§2.79.1τοῦ δ’ αὐτοῦ θέρους καὶ ἅμα τῇ τῶν Πλαταιῶν ἐπιστρατείᾳ Ἀθηναῖοι δισχιλίοις ὁπλίταις ἑαυτῶν καὶ ἱππεῦσι διακοσίοις ἐπεστράτευσαν ἐπὶ Χαλκιδέας τοὺς ἐπὶ Θρᾴκης καὶ Βοττιαίους ἀκμάζοντος τοῦ σίτου·
同じ夏の、ちょうどプラタイアへの遠征が始まった時期に、アテナイ人は自国の重装歩兵二千人と騎兵二百人をもって、穀物が実る頃に、トラキア地方のカルキデア人およびボッティア人に対して遠征した。
ἐστρατήγει δὲ Ξενοφῶν ὁ Εὐριπίδου τρίτος αὐτός.
将軍はエウリピデスの子クセノポンであり、彼自身を含めて三人であった。
§2.79.2ἐλθόντες δὲ ὑπὸ Σπάρτωλον τὴν Βοττικὴν τὸν σῖτον διέφθειραν.
彼らはボッティケ地方のスパルトロスの下に至り、穀物を荒らした。
ἐδόκει δὲ καὶ προσχωρήσειν ἡ πόλις ὑπό τινων ἔνδοθεν πρασσόντων.
内部の者たちの中に内通工作を行う者がいたため、その都市は降伏すると思われた。
προσπεμψάντων δὲ ἐς Ὄλυνθον τῶν οὐ ταὐτὰ βουλομένων ὁπλῖταί τε ἦλθον καὶ στρατιὰ ἐς φυλακήν·
しかし、これに反対する者たちがオリントスへ使者を送ったため、守備のために重装歩兵と軍勢がやって来た。
ἧς ἐπεξελθούσης ἐκ τῆς Σπαρτώλου ἐς μάχην καθίστανται οἱ Ἀθηναῖοι ὑπ’ αὐτῇ τῇ πόλει.
これがスパルトロスから出撃してきたので、アテナイ人はその都市のすぐ近くで戦闘に入った。
§2.79.3καὶ οἱ μὲν ὁπλῖται τῶν Χαλκιδέων καὶ ἐπίκουροί τινες μετ’ αὐτῶν νικῶνται ὑπὸ τῶν Ἀθηναίων καὶ ἀναχωροῦσιν ἐς τὴν Σπάρτωλον, οἱ δὲ ἱππῆς τῶν Χαλκιδέων καὶ ψιλοὶ νικῶσι τοὺς τῶν Ἀθηναίων ἱππέας καὶ ψιλούς·
そして、カルキデア人の重装歩兵と彼らと行動をともにしていた一部の補助兵はアテナイ人に敗れてスパルトロスへと退却したが、カルキデア人の騎兵と軽装兵はアテナイ人の騎兵と軽装兵を破った。
§2.79.4εἶχον δέ τινας οὐ πολλοὺς πελταστὰς ἐκ τῆς Κρουσίδος γῆς καλουμένης.
彼らは、いわゆるクルシス地方から来たそれほど多くはない軽装の盾持ち部隊を擁していた。
ἄρτι δὲ τῆς μάχης γεγενημένης ἐπιβοηθοῦσιν ἄλλοι πελτασταὶ ἐκ τῆς Ὀλύνθου.
戦闘が終わったばかりのとき、オリントスから別の軽装の盾持ち部隊が増援として到着した。
§2.79.5καὶ οἱ ἐκ τῆς Σπαρτώλου ψιλοὶ ὡς εἶδον, θαρσήσαντες τοῖς τε προσγιγνομένοις καὶ ὅτι πρότερον οὐχ ἥσσηντο, ἐπιτίθενται αὖθις μετὰ τῶν Χαλκιδέων ἱππέων καὶ τῶν προσβοηθησάντων τοῖς Ἀθηναίοις·
スパルトロスの軽装兵たちはこれを見ると、増援部隊が加わったことと、以前の戦闘でも敗れなかったことに勇気を得て、カルキデア人の騎兵および増援部隊とともに再びアテナイ人に襲いかかった。
καὶ ἀναχωροῦσι πρὸς τὰς δύο τάξεις ἃς κατέλιπον παρὰ τοῖς σκευοφόροις.
アテナイ人たちは、荷物運搬部隊の傍らに残しておいた二つの部隊のもとへと退却した。
§2.79.6καὶ ὁπότε μὲν ἐπίοιεν οἱ Ἀθηναῖοι, ἐνεδίδοσαν, ἀναχωροῦσι δ’ ἐνέκειντο καὶ ἐσηκόντιζον.
そして、アテナイ人が攻撃してくるたびに彼らは退き、アテナイ人が退却すると激しく攻め立てて槍を投げつけた。
οἵ τε ἱππῆς τῶν Χαλκιδέων προσιππεύοντες ᾗ δοκοίη προσέβαλλον, καὶ οὐχ ἥκιστα φοβήσαντες ἔτρεψαν τοὺς Ἀθηναίους καὶ ἐπεδίωξαν ἐπὶ πολύ.
カルキデア人の騎兵も乗馬して近づき、好機と見える場所に襲いかかり、少なからぬ恐怖を与えてアテナイ人を敗走させ、遠くまで追撃した。
§2.79.7καὶ οἱ μὲν Ἀθηναῖοι ἐς τὴν Ποτείδαιαν καταφεύγουσι, καὶ ὕστερον τοὺς νεκροὺς ὑποσπόνδους κομισάμενοι ἐς τὰς Ἀθήνας ἀναχωροῦσι τῷ περιόντι τοῦ στρατοῦ·
アテナイ人はポテイダイアに逃げ込み、後に休戦協定を結んで死体を回収したうえで、残った軍勢とともにアテナイへと退却した。
ἀπέθανον δὲ αὐτῶν τριάκοντα καὶ τετρακόσιοι καὶ οἱ στρατηγοὶ πάντες.
彼らのうち四百三十人と将軍たちが全員戦死した。
οἱ δὲ Χαλκιδῆς καὶ Βοττιαῖοι τροπαῖόν τε ἔστησαν καὶ τοὺς νεκροὺς τοὺς αὑτῶν ἀνελόμενοι διελύθησαν κατὰ πόλεις.
カルキデア人とボッティア人はトロパイオンを建て、自国の死体を回収して、それぞれの都市へと解散した。