§2.76.1οἱ δὲ Πελοποννήσιοι αἰσθόμενοι ἐν ταρσοῖς καλάμου πηλὸν ἐνίλλοντες ἐσέβαλλον ἐς τὸ διῃρημένον, ὅπως μὴ διαχεόμενον ὥσπερ ἡ γῆ φοροῖτο.
ペロポネソス人たちはこれに気づくと、葦で編んだ籠の中に粘土を詰め込んで、その破壊された部分に投げ入れた。 これは、粘土が土のように散乱して運び去られるのを防ぐためであった。
§2.76.2οἱ δὲ ταύτῃ ἀποκλῃόμενοι τοῦτο μὲν ἐπέσχον, ὑπόνομον δὲ ἐκ τῆς πόλεως ὀρύξαντες καὶ ξυντεκμηράμενοι ὑπὸ τὸ χῶμα ὑφεῖλκον αὖθις παρὰ σφᾶς τὸν χοῦν·
プラタイア人たちはこの方法で防がれると、一方ではこの作業を中止したが、他方では、市内から地下道を掘り、土塁の下へと見当をつけて掘り進めて、再び土を自分たちの側へと引き抜いた。
καὶ ἐλάνθανον ἐπὶ πολὺ τοὺς ἔξω, ὥστε ἐπιβάλλοντας ἧσσον ἁνύτειν ὑπαγομένου αὐτοῖς κάτωθεν τοῦ χώματος καὶ ἱζάνοντος αἰεὶ ἐπὶ τὸ κενούμενον.
そして彼らは長い間、外の者たちに気づかれなかったため、外の者たちが土を投入しても効果は上がらなかった。 なぜなら、土塁は彼らの足元で下から引き抜かれ、常に空洞になった場所へと沈み込んでいたからである。
§2.76.3δεδιότες δὲ μὴ οὐδ’ οὕτω δύνωνται ὀλίγοι πρὸς πολλοὺς ἀντέχειν, προσεπεξηῦρον τόδε·
しかし、少数で多数の敵に対し、これでも持ちこたえられないのではないかと恐れて、彼らはさらに次の手段を編み出した。
τὸ μὲν μέγα οἰκοδόμημα ἐπαύσαντο ἐργαζόμενοι τὸ κατὰ τὸ χῶμα, ἔνθεν δὲ καὶ ἔνθεν αὐτοῦ ἀρξάμενοι ἀπὸ τοῦ βραχέος τείχους ἐκ τοῦ ἐντὸς μηνοειδὲς ἐς τὴν πόλιν ἐσῳκοδόμουν, ὅπως, εἰ τὸ μέγα τεῖχος ἁλίσκοιτο, τοῦτ’ ἀντέχοι, καὶ δέοι τοὺς ἐναντίους αὖθις πρὸς αὐτὸ χοῦν καὶ προχωροῦντας ἔσω διπλάσιόν τε πόνον ἔχειν καὶ ἐν ἀμφιβόλῳ μᾶλλον γίγνεσθαι.
土塁に対面する大きな構造物を構築するのをやめ、その両側から、本来の低い城壁を起点とし、内側から市内に向けて三日月形の城壁を築いていった。 これは、もし大きな城壁が奪われたとしても、これが持ちこたえるようにするためであり、また敵が再びそれに対して土を築かねばならず、さらに内部へと進むにつれて二倍の労力を強いられ、またより挟み撃ちに遭いやすくなるようにするためであった。
§2.76.4ἅμα δὲ τῇ χώσει καὶ μηχανὰς προσῆγον οἱ Πελοποννήσιοι τῇ πόλει, μίαν μὲν ἣ τοῦ μεγάλου οἰκοδομήματος κατὰ τὸ χῶμα προσαχθεῖσα ἐπὶ μέγα τε κατέσεισε καὶ τοὺς Πλαταιᾶς ἐφόβησεν, ἄλλας δὲ ἄλλῃ τοῦ τείχους, ἃς βρόχους τε περιβάλλοντες ἀνέκλων οἱ Πλαταιῆς, καὶ δοκοὺς μεγάλας ἀρτήσαντες ἁλύσεσι μακραῖς σιδηραῖς ἀπὸ τῆς τομῆς ἑκατέρωθεν ἀπὸ κεραιῶν δύο ἐπικεκλιμένων καὶ ὑπερτεινουσῶν ὑπὲρ τοῦ τείχους ἀνελκύσαντες ἐγκαρσίας, ὁπότε προσπεσεῖσθαί πῃ μέλλοι ἡ μηχανή, ἀφίεσαν τὴν δοκὸν χαλαραῖς ταῖς ἁλύσεσι καὶ οὐ διὰ χειρὸς ἔχοντες, ἡ δὲ ῥύμῃ ἐμπίπτουσα ἀπεκαύλιζε τὸ προῦχον τῆς ἐμβολῆς.
土塁の構築と同時に、ペロポネソス人たちは市に対して攻城兵器をも接近させた。 そのうちの一つは、土塁のところから大きな構造物に向けて近づけられ、それを大きく揺さぶって崩し、プラタイア人たちを恐怖に陥れた。 また他の兵器を城壁の別の場所に近づけたが、これらに対し、プラタイア人たちは縄の輪を投げかけて引き上げ、また、大きな梁の両端を長い鉄の鎖で縛り、城壁から突き出て傾斜している二本の桁から横向きに吊り上げておき、兵器がどこかに衝突しようとするたびに、鎖を緩めて手から放し、梁を落下させた。 すると梁はものすごい勢いで衝突し、破城槌の突き出た頭部をへし折った。