§2.71.1τοῦ δ’ ἐπιγιγνομένου θέρους οἱ Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι ἐς μὲν τὴν Ἀττικὴν οὐκ ἐσέβαλον, ἐστράτευσαν δὲ ἐπὶ Πλάταιαν·
翌夏、ペロポネソス人と同盟軍は、アッティカには侵入せず、プラタイアに対して遠征した。
ἡγεῖτο δὲ Ἀρχίδαμος ὁ Ζευξιδάμου Λακεδαιμονίων βασιλεύς.
指揮を執ったのは、ゼウクシダモスの子でスパルタ王のアルキダモスであった。
καὶ καθίσας τὸν στρατὸν ἔμελλε δῃώσειν τὴν γῆν· οἱ δὲ Πλαταιῆς εὐθὺς πρέσβεις πέμψαντες πρὸς αὐτὸν ἔλεγον τοιάδε·
彼は軍を布陣させ、土地を荒廃させようとしたが、プラタイア人は直ちに使節を彼の元へ派遣し、次のように述べた。
§2.71.2‘Ἀρχίδαμε καὶ Λακεδαιμόνιοι, οὐ δίκαια ποιεῖτε οὐδ’ ἄξια οὔτε ὑμῶν οὔτε πατέρων ὧν ἐστέ, ἐς γῆν τὴν Πλαταιῶν στρατεύοντες.
「アルキダモス殿、およびラケデモン人の方々、あなた方がプラタイアの土地へと遠征していることは、正しいことではなく、あなた方自身にも、あなた方の先祖にもふさわしくありません。
Παυσανίας γὰρ ὁ Κλεομβρότου Λακεδαιμόνιος ἐλευθερώσας τὴν Ἑλλάδα ἀπὸ τῶν Μήδων μετὰ Ἑλλήνων τῶν ἐθελησάντων ξυνάρασθαι τὸν κίνδυνον τῆς μάχης ἣ παρ’ ἡμῖν ἐγένετο, θύσας ἐν τῇ Πλαταιῶν ἀγορᾷ ἱερὰ Διὶ ἐλευθερίῳ καὶ ξυγκαλέσας πάντας τοὺς ξυμμάχους ἀπεδίδου Πλαταιεῦσι γῆν καὶ πόλιν τὴν σφετέραν ἔχοντας αὐτονόμους οἰκεῖν, στρατεῦσαί τε μηδένα ποτὲ ἀδίκως ἐπ’ αὐτοὺς μηδ’ ἐπὶ δουλείᾳ· εἰ δὲ μή, ἀμύνειν τοὺς παρόντας ξυμμάχους κατὰ δύναμιν.
なぜなら、クレオンブロトスの子であるラケデモン人パウサニアスは、我々の地で行われたあの戦いの危険を共に引き受けることを望んだギリシア人たちと共に、メディア人からギリシアを解放した後、プラタイアの広場で自由のゼウスに生贄を捧げ、すべての同盟軍を召集して、プラタイア人が自分たちの土地と都市を保持し、自律して居住することを認め、また、誰も彼らに対して不当に、あるいは奴隷化のために遠征してはならず、もしそうする者がいれば、その場にいる同盟国が力及ぶ限り防衛することを定めたからです。
§2.71.3τάδε μὲν ἡμῖν πατέρες οἱ ὑμέτεροι ἔδοσαν ἀρετῆς ἕνεκα καὶ προθυμίας τῆς ἐν ἐκείνοις τοῖς κινδύνοις γενομένης, ὑμεῖς δὲ τἀναντία δρᾶτε·
あなた方の父祖は、あの危機の際に示された勇気と熱意のために、我々にこれらの特権を与えたのですが、あなた方は正反対のことを行っています。
μετὰ γὰρ Θηβαίων τῶν ἡμῖν ἐχθίστων ἐπὶ δουλείᾳ τῇ ἡμετέρᾳ ἥκετε.
なぜなら、我々にとって最も憎むべき敵であるテーバイ人と共に、我々を奴隷にするためにやって来たからです。
§2.71.4μάρτυρας δὲ θεοὺς τούς τε ὁρκίους τότε γενομένους ποιούμενοι καὶ τοὺς ὑμετέρους πατρῴους καὶ ἡμετέρους ἐγχωρίους, λέγομεν ὑμῖν γῆν τὴν Πλαταιίδα μὴ ἀδικεῖν μηδὲ παραβαίνειν τοὺς ὅρκους, ἐᾶν δὲ οἰκεῖν αὐτονόμους καθάπερ Παυσανίας ἐδικαίωσεν.
それゆえ、当時交わされた誓いの証人となった神々、およびあなた方の祖先の神々、そして我々の土地の守り神々を証人として呼び求め、我々はあなた方に、プラタイアの土地を害さず、誓いを破らず、パウサニアスが定めた通りに我々が自律して居住するのを認めるよう告げます。
’
」