§2.71.1τοῦ δ’ ἐπιγιγνομένου θέρους οἱ Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι ἐς μὲν τὴν Ἀττικὴν οὐκ ἐσέβαλον, ἐστράτευσαν δὲ ἐπὶ Πλάταιαν·
在随后的夏季,伯罗奔尼撒人及其盟友没有入侵阿提卡,而是向普拉提亚发起远征。
ἡγεῖτο δὲ Ἀρχίδαμος ὁ Ζευξιδάμου Λακεδαιμονίων βασιλεύς.
率领他们的是泽乌克西达莫斯之子、拉刻代蒙人的国王阿基达马斯。
καὶ καθίσας τὸν στρατὸν ἔμελλε δῃώσειν τὴν γῆν· οἱ δὲ Πλαταιῆς εὐθὺς πρέσβεις πέμψαντες πρὸς αὐτὸν ἔλεγον τοιάδε· §2.71.2‘Ἀρχίδαμε καὶ Λακεδαιμόνιοι, οὐ δίκαια ποιεῖτε οὐδ’ ἄξια οὔτε ὑμῶν οὔτε πατέρων ὧν ἐστέ, ἐς γῆν τὴν Πλαταιῶν στρατεύοντες.
他安顿好军队,正准备蹂躏这片土地,普拉提亚人立即派遣使者前来见他,并说了以下的话: “阿基达马斯和拉刻代蒙人啊,你们向普拉提亚人的土地进军,这既不公正,也不配你们自己,更不配你们所出身的父祖。
Παυσανίας γὰρ ὁ Κλεομβρότου Λακεδαιμόνιος ἐλευθερώσας τὴν Ἑλλάδα ἀπὸ τῶν Μήδων μετὰ Ἑλλήνων τῶν ἐθελησάντων ξυνάρασθαι τὸν κίνδυνον τῆς μάχης ἣ παρ’ ἡμῖν ἐγένετο, θύσας ἐν τῇ Πλαταιῶν ἀγορᾷ ἱερὰ Διὶ ἐλευθερίῳ καὶ ξυγκαλέσας πάντας τοὺς ξυμμάχους ἀπεδίδου Πλαταιεῦσι γῆν καὶ πόλιν τὴν σφετέραν ἔχοντας αὐτονόμους οἰκεῖν, στρατεῦσαί τε μηδένα ποτὲ ἀδίκως ἐπ’ αὐτοὺς μηδ’ ἐπὶ δουλείᾳ· εἰ δὲ μή, ἀμύνειν τοὺς παρόντας ξυμμάχους κατὰ δύναμιν.
因为克勒翁布罗托斯之子、拉刻代蒙人保萨尼阿斯,在同那些愿意共同承担在我们这里发生的那场战斗之危险的希腊人一起,将希腊从米底人手中解放出来之后,曾在普拉提亚的广场上向自由的宙斯献祭,并召集了所有的盟友,向普拉提亚人确认:他们应该保有自己的土地和城市,作为自治的居民生活,并且任何人都不得为了不义的目的或为了奴役他们而向他们进军;否则,在场的盟友应当尽力予以救援。
§2.71.3τάδε μὲν ἡμῖν πατέρες οἱ ὑμέτεροι ἔδοσαν ἀρετῆς ἕνεκα καὶ προθυμίας τῆς ἐν ἐκείνοις τοῖς κινδύνοις γενομένης, ὑμεῖς δὲ τἀναντία δρᾶτε· μετὰ γὰρ Θηβαίων τῶν ἡμῖν ἐχθίστων ἐπὶ δουλείᾳ τῇ ἡμετέρᾳ ἥκετε.
这些特权是你们的父祖因我们在那些危险中所表现出的英勇和热忱而赐予我们的,但你们现在却背道而驰;因为你们竟与我们最刻骨铭心的仇敌底比斯人一起,为了奴役我们而到来。
§2.71.4μάρτυρας δὲ θεοὺς τούς τε ὁρκίους τότε γενομένους ποιούμενοι καὶ τοὺς ὑμετέρους πατρῴους καὶ ἡμετέρους ἐγχωρίους, λέγομεν ὑμῖν γῆν τὴν Πλαταιίδα μὴ ἀδικεῖν μηδὲ παραβαίνειν τοὺς ὅρκους, ἐᾶν δὲ οἰκεῖν αὐτονόμους καθάπερ Παυσανίας ἐδικαίωσεν.
因此,我们以当时作证誓言的神明、你们祖先的神明以及我们本地的神明为证,告诫你们不要侵犯普拉提亚的土地,也不要违背誓言,而要容许我们像保萨尼阿斯所规定的一样,作为自治的居民生活。
’
”