§2.4.1οἱ δ’ ὡς ἔγνωσαν ἐξηπατημένοι, ξυνεστρέφοντό τε ἐν σφίσιν αὐτοῖς καὶ τὰς προσβολὰς ᾗ προσπίπτοιεν ἀπεωθοῦντο.
彼らは騙されたと知ると、互いに密集し、襲撃が加えられるところはどこでもそれを撃退した。
§2.4.2καὶ δὶς μὲν ἢ τρὶς ἀπεκρούσαντο, ἔπειτα πολλῷ θορύβῳ αὐτῶν τε προσβαλόντων καὶ τῶν γυναικῶν καὶ τῶν οἰκετῶν ἅμα ἀπὸ τῶν οἰκιῶν κραυγῇ τε καὶ ὀλολυγῇ χρωμένων λίθοις τε καὶ κεράμῳ βαλλόντων, καὶ ὑετοῦ ἅμα διὰ νυκτὸς πολλοῦ ἐπιγενομένου, ἐφοβήθησαν καὶ τραπόμενοι ἔφευγον διὰ τῆς πόλεως, ἄπειροι μὲν ὄντες οἱ πλείους ἐν σκότῳ καὶ πηλῷ τῶν διόδων ᾗ χρὴ σωθῆναι (καὶ γὰρ τελευτῶντος τοῦ μηνὸς τὰ γιγνόμενα ἦν), ἐμπείρους δὲ ἔχοντες τοὺς διώκοντας τοῦ μὴ ἐκφεύγειν, ὥστε διεφθείροντο οἱ πολλοί.
そして二度、三度は撃退したものの、その後、プラタイア人自身が攻撃を仕掛け、同時に女たちや奴隷たちが家々から叫び声や悲鳴を上げて石や瓦を投げつけ、さらに同時に夜の間に激しい大雨が降りだしたという大きな騒乱の中で、彼らは恐れをなして背を向け、市内を逃げ惑った。 大部分の者は暗闇と泥の中で、逃れるべき通路について不案内であったが(というのも、この出来事は月末の夜に起きたからである)、追跡者たちは彼らを逃がさないための地理的知識を有していたため、その結果、大部分が殺された。
§2.4.3τῶν δὲ Πλαταιῶν τις τὰς πύλας ᾗ ἐσῆλθον καὶ αἵπερ ἦσαν μόναι ἀνεῳγμέναι ἔκλῃσε στυρακίῳ ἀκοντίου ἀντὶ βαλάνου χρησάμενος ἐς τὸν μοχλόν, ὥστε μηδὲ ταύτῃ ἔξοδον ἔτι εἶναι.
プラタイア人の一人が、彼らが進入した唯一開いていたその門を、閂のピンの代わりに投げ槍の石突きを差し込んで閉ざしたため、もはやここからも脱出する道はなくなった。
§2.4.4διωκόμενοι δὲ κατὰ τὴν πόλιν οἱ μέν τινες αὐτῶν ἐπὶ τὸ τεῖχος ἀναβάντες ἔρριψαν ἐς τὸ ἔξω σφᾶς αὐτοὺς καὶ διεφθάρησαν οἱ πλείους, οἱ δὲ κατὰ πύλας ἐρήμους γυναικὸς δούσης πέλεκυν λαθόντες καὶ διακόψαντες τὸν μοχλὸν ἐξῆλθον οὐ πολλοί (αἴσθησις γὰρ ταχεῖα ἐπεγένετο), ἄλλοι δὲ ἄλλῃ τῆς πόλεως σποράδες ἀπώλλυντο.
市内を追跡される中で、ある者たちは城壁に登って外へと身を投げ、その多くが死んだ。 またある者たちは、人目のない門のところで、一人の女が斧を与えてくれたので、見つからずに閂を切り倒して脱出したが、すぐに気づかれたため、その数は多くなかった。 他の者たちは市のあちこちで散り散りになって命を落とした。
§2.4.5τὸ δὲ πλεῖστον καὶ ὅσον μάλιστα ἦν ξυνεστραμμένον ἐσπίπτουσιν ἐς οἴκημα μέγα, ὃ ἦν τοῦ τείχους καὶ αἱ θύραι ἀνεῳγμέναι ἔτυχον αὐτοῦ, οἰόμενοι πύλας τὰς θύρας τοῦ οἰκήματος εἶναι καὶ ἄντικρυς δίοδον ἐς τὸ ἔξω.
しかし、最大の一団であり最も強固に密集していた者たちは、城壁の一部であり、たまたまその扉が開いていた大きな建物の中に逃げ込んだ。 彼らはその建物の扉を市門だと思い込み、そのまま外へと通り抜けられると考えたのである。
§2.4.6ὁρῶντες δὲ αὐτοὺς οἱ Πλαταιῆς ἀπειλημμένους ἐβουλεύοντο εἴτε κατακαύσωσιν ὥσπερ ἔχουσιν, ἐμπρήσαντες τὸ οἴκημα, εἴτε τι ἄλλο χρήσωνται.
プラタイア人たちは彼らが逃げ道を絶たれたのを見て、建物を放火して彼らをそのままの状態で焼き殺すべきか、それとも他の処置を取るべきか相談した。
§2.4.7τέλος δὲ οὗτοί τε καὶ ὅσοι ἄλλοι τῶν Θηβαίων περιῆσαν κατὰ τὴν πόλιν πλανώμενοι, ξυνέβησαν τοῖς Πλαταιεῦσι παραδοῦναι σφᾶς τε αὐτοὺς καὶ τὰ ὅπλα χρήσασθαι ὅτι ἂν βούλωνται.
ついに彼らと、その他に市中を彷徨って生き残っていたすべてのテーバイ人は、自分たち自身と武器を引き渡し、プラタイア人が望むように処分されることで、プラタイア人との合意に達した。
§2.4.8οἱ μὲν δὴ ἐν τῇ Πλαταίᾳ οὕτως ἐπεπράγεσαν·
こうして、プラタイアに入り込んだ者たちの運命はこのように決した。