§2.26.1ὑπὸ δὲ τὸν αὐτὸν χρόνον τοῦτον Ἀθηναῖοι τριάκοντα ναῦς ἐξέπεμψαν περὶ τὴν Λοκρίδα καὶ Εὐβοίας ἅμα φυλακήν·
これとほぼ同じ時期に、アテナイ人はロクリス地方の周辺、および同時にエウボイアの防衛のために、三十隻の船を派遣した。
ἐστρατήγει δὲ αὐτῶν Κλεόπομπος ὁ Κλεινίου.
この船隊を率いていたのは、クレイニアスの子クレオポンポスであった。
§2.26.2καὶ ἀποβάσεις ποιησάμενος τῆς τε παραθαλασσίου ἔστιν ἃ ἐδῄωσε καὶ Θρόνιον εἷλεν, ὁμήρους τε ἔλαβεν αὐτῶν, καὶ ἐν Ἀλόπῃ τοὺς βοηθήσαντας Λοκρῶν μάχῃ ἐκράτησεν.
彼は上陸をおこなって沿岸地方のいくつかの場所を荒らし、トロニオンを占領して彼らから人質を奪った。 さらに、アロペにおいて、救援に駆けつけたロクリス人たちを戦闘において破った。