§2.13.1ἔτι δὲ τῶν Πελοποννησίων ξυλλεγομένων τε ἐς τὸν Ἰσθμὸν καὶ ἐν ὁδῷ ὄντων, πρὶν ἐσβαλεῖν ἐς τὴν Ἀττικήν, Περικλῆς ὁ Ξανθίππου στρατηγὸς ὢν Ἀθηναίων δέκατος αὐτός, ὡς ἔγνω τὴν ἐσβολὴν ἐσομένην, ὑποτοπήσας, ὅτι Ἀρχίδαμος αὐτῷ ξένος ὢν ἐτύγχανε, μὴ πολλάκις ἢ αὐτὸς ἰδίᾳ βουλόμενος χαρίζεσθαι τοὺς ἀγροὺς αὐτοῦ παραλίπῃ καὶ μὴ δῃώσῃ, ἢ καὶ Λακεδαιμονίων κελευσάντων ἐπὶ διαβολῇ τῇ ἑαυτοῦ γένηται τοῦτο, ὥσπερ καὶ τὰ ἄγη ἐλαύνειν προεῖπον ἕνεκα ἐκείνου, προηγόρευε τοῖς Ἀθηναίοις ἐν τῇ ἐκκλησίᾳ ὅτι Ἀρχίδαμος μέν οἱ ξένος εἴη, οὐ μέντοι ἐπὶ κακῷ γε τῆς πόλεως γένοιτο, τοὺς δὲ ἀγροὺς τοὺς ἑαυτοῦ καὶ οἰκίας ἢν ἄρα μὴ δῃώσωσιν οἱ πολέμιοι ὥσπερ καὶ τὰ τῶν ἄλλων, ἀφίησιν αὐτὰ δημόσια εἶναι καὶ μηδεμίαν οἱ ὑποψίαν κατὰ ταῦτα γίγνεσθαι.
ペロポネソス人たちがまだイストモスに集結しつつあり、進軍中であったとき、アッティカに侵入する前に、クセンティッポスの子でアテナイ人の十人の将軍の一人であったペリクレスは、侵入が不可避であることを知ると、ある疑念を抱いた。 それは、アルキダモスが彼にとって客主の間柄にあることから、もしかしたら彼自身が個人的な好意を示そうと望んでペリクレスの農地を素通りして荒らさずに残すのではないか、あるいは、ラケダイモン人の命令によって彼に対する中傷のためにそうしたことがなされるのではないか(ちょうど彼らが以前、彼を狙って不浄を追放せよと宣告したように)ということであった。 そこで彼は民会でアテナイ人に対してあらかじめ次のように告げた。 すなわち、アルキダモスは確かに自分の客主であるが、それは国家に害を及ぼすためではないこと、また、もし敵が他の人々の農地のように自分の農地や家を荒らさずにおくならば、それらを公有財産として提供し、これによっていかなる容疑も自分にかけられることのないようにする、ということである。
§2.13.2παρῄνει δὲ καὶ περὶ τῶν παρόντων ἅπερ καὶ πρότερον, παρασκευάζεσθαί τε ἐς τὸν πόλεμον καὶ τὰ ἐκ τῶν ἀγρῶν ἐσκομίζεσθαι, ἔς τε μάχην μὴ ἐπεξιέναι, ἀλλὰ τὴν πόλιν ἐσελθόντας φυλάσσειν, καὶ τὸ ναυτικόν, ᾗπερ ἰσχύουσιν, ἐξαρτύεσθαι, τά τε τῶν ξυμμάχων διὰ χειρὸς ἔχειν, λέγων τὴν ἰσχὺν αὐτοῖς ἀπὸ τούτων εἶναι τῶν χρημάτων τῆς προσόδου, τὰ δὲ πολλὰ τοῦ πολέμου γνώμῃ καὶ χρημάτων περιουσίᾳ κρατεῖσθαι.
彼はまた、現在の状況についても以前と同じような勧告を与えた。 すなわち、戦争に備えること、農地から家財を運び込むこと、決戦のために打って出ず、市内に入って防衛すること、そして自分たちの強みである海軍を整備すること、また同盟国の諸事をしっかりと掌握しておくことである。 彼は、自分たちの強みはこれら同盟国から得られる貢納金の収入によるものであり、戦争の大半は判断力と資金の蓄えによって勝ち取られるのだと語った。
§2.13.3θαρσεῖν τε ἐκέλευε προσιόντων μὲν ἑξακοσίων ταλάντων ὡς ἐπὶ τὸ πολὺ φόρου κατ᾽ ἐνιαυτὸν ἀπὸ τῶν ξυμμάχων τῇ πόλει ἄνευ τῆς ἄλλης προσόδου, ὑπαρχόντων δὲ ἐν τῇ ἀκροπόλει ἔτι τότε ἀργυρίου ἐπισήμου ἑξακισχιλίων ταλάντων (τὰ γὰρ πλεῖστα τριακοσίων ἀποδέοντα μύρια ἐγένετο, ἀφ’ ὧν ἔς τε τὰ προπύλαια τῆς ἀκροπόλεως καὶ τἆλλα οἰκοδομήματα καὶ ἐς Ποτείδαιαν ἀπανηλώθη),
さらに、同盟国から国家へ、他の収入を除いても、年に平均して約六百タラントンの貢納金が入ることから、また当時アクロポリスには、鋳造された銀貨がまだ六千タラントン存在していたことから、確信を持つようにと促した(最も多かったときには一万タラントンから三百タラントン足りない額に達していたが、そこからアクロポリスの前門や他の建造物、およびポテイダイアの戦費に支出されたのである)。
§2.13.4χωρὶς δὲ χρυσίου ἀσήμου καὶ ἀργυρίου ἔν τε ἀναθήμασιν ἰδίοις καὶ δημοσίοις καὶ ὅσα ἱερὰ σκεύη περί τε τὰς πομπὰς καὶ τοὺς ἀγῶνας καὶ σκῦλα Μηδικὰ καὶ εἴ τι τοιουτότροπον, οὐκ ἐλάσσονος [ἦν] ἢ πεντακοσίων ταλάντων.
これとは別に、私的および公的な奉納物の中の未鋳造の金や銀、祭礼の行列や競技に用いられる聖なる器具、ペルシア戦争の戦利品、その他その類のものが、五百タラントンを下らない額で存在していた。
§2.13.5ἔτι δὲ καὶ τὰ ἐκ τῶν ἄλλων ἱερῶν προσετίθει χρήματα οὐκ ὀλίγα, οἷς χρήσεσθαι αὐτούς, καὶ ἢν πάνυ ἐξείργωνται πάντων, καὶ αὐτῆς τῆς θεοῦ τοῖς περικειμένοις χρυσίοις·
さらに、彼は他の神殿から得られる少なくない額の資金も付け加え、彼らはそれらを使うことができるとし、もし完全に万策尽きた場合には、女神像自身にまとわされている金をも使用できるとした。
ἀπέφαινε δ’ ἔχον τὸ ἄγαλμα τεσσαράκοντα τάλαντα σταθμὸν χρυσίου ἀπέφθου, καὶ περιαιρετὸν εἶναι ἅπαν.
彼は、神像が純金四十タラントンの重量を備えており、それがすべて取り外し可能であることを示したのである。
χρησαμένους τε ἐπὶ σωτηρίᾳ ἔφη χρῆναι μὴ ἐλάσσω ἀντικαταστῆσαι πάλιν.
そして、国家の救済のためにそれを使用したならば、同額を下らない量を再び元に戻さなければならないと語った。
§2.13.6χρήμασι μὲν οὖν οὕτως ἐθάρσυνεν αὐτούς, ὁπλίτας δὲ τρισχιλίους καὶ μυρίους εἶναι ἄνευ τῶν ἐν τοῖς φρουρίοις καὶ τῶν παρ’ ἔπαλξιν ἑξακισχιλίων καὶ μυρίων.
このようにして、彼は資金面で彼らを力づけ、さらに、要塞の守備兵や防壁に配置されている一万六千人を除いて、重装歩兵が一万三千人いることを示した。
§2.13.7τοσοῦτοι γὰρ ἐφύλασσον τὸ πρῶτον ὁπότε οἱ πολέμιοι ἐσβάλοιεν, ἀπό τε τῶν πρεσβυτάτων καὶ τῶν νεωτάτων, καὶ μετοίκων ὅσοι ὁπλῖται ἦσαν.
というのも、敵が侵入した際に、最年長者や最年少者、および在留外国人のうち重装歩兵である者たちから、それだけの人数が当初防衛にあたっていたからである。
τοῦ τε γὰρ Φαληρικοῦ τείχους στάδιοι ἦσαν πέντε καὶ τριάκοντα πρὸς τὸν κύκλον τοῦ ἄστεως, καὶ αὐτοῦ τοῦ κύκλου τὸ φυλασσόμενον τρεῖς καὶ τεσσαράκοντα (ἔστι δὲ αὐτοῦ ὃ καὶ ἀφύλακτον ἦν, τὸ μεταξὺ τοῦ τε μακροῦ καὶ τοῦ Φαληρικοῦ), τὰ δὲ μακρὰ τείχη πρὸς τὸν Πειραιᾶ τεσσαράκοντα σταδίων, ὧν τὸ ἔξωθεν ἐτηρεῖτο·
実際、ファレロンの城壁から市街の環状壁までは三十五スタディオンあり、環状壁自体のうち守備されていた部分は四十三スタディオンであり(ただし、長城とファレロン壁の間には守備されていない部分もあった)、ピライエウスへと伸びる長城は四十スタディオンであって、そのうち外側の壁が守備されていた。
καὶ τοῦ Πειραιῶς ξὺν Μουνιχίᾳ ἑξήκοντα μὲν σταδίων ὁ ἅπας περίβολος, τὸ δ’ ἐν φυλακῇ ὂν ἥμισυ τούτου.
またピライエウスとムニキアを合わせた全周は六十スタディオンであったが、実際に守備されていたのはその半分であった。
§2.13.8ἱππέας δὲ ἀπέφαινε διακοσίους καὶ χιλίους ξὺν ἱπποτοξόταις, ἑξακοσίους δὲ καὶ χιλίους τοξότας, καὶ τριήρεις τὰς πλωίμους τριακοσίας.
また、彼は騎馬弓兵も含めて一千二百人の騎兵、一千六百人の弓兵、そして航行可能な三段櫂船が三百隻あることを示した。
§2.13.9ταῦτα γὰρ ὑπῆρχεν Ἀθηναίοις καὶ οὐκ ἐλάσσω ἕκαστα τούτων, ὅτε ἡ ἐσβολὴ τὸ πρῶτον ἔμελλε Πελοποννησίων ἔσεσθαι καὶ ἐς τὸν πόλεμον καθίσταντο.
というのも、ペロポネソス人の最初の侵入が始まろうとし、アテナイ人が戦争に突入したとき、彼らにはこれらがあり、それぞれの数はこれらを下回ってはいなかったからである。
ἔλεγε δὲ καὶ ἄλλα οἷάπερ εἰώθει Περικλῆς ἐς ἀπόδειξιν τοῦ περιέσεσθαι τῷ πολέμῳ.
ペリクレスはまた、戦争に勝ち抜くことを証明するために、彼が常々語っていたような他のことも語った。