§2.101.1ὁ δὲ Σιτάλκης πρός τε τὸν Περδίκκαν λόγους ἐποιεῖτο ὧν ἕνεκα ἐστράτευσε, καὶ ἐπειδὴ οἱ Ἀθηναῖοι οὐ παρῆσαν ταῖς ναυσίν, ἀπιστοῦντες αὐτὸν μὴ ἥξειν, δῶρα δὲ καὶ πρέσβεις ἔπεμψαν αὐτῷ, ἔς τε τοὺς Χαλκιδέας καὶ Βοττιαίους μέρος τι τοῦ στρατοῦ πέμπει, καὶ τειχήρεις ποιήσας ἐδῄου τὴν γῆν.
シタルケスは、ペルディッカスに対して自分が遠征した理由について交渉を行っていたが、アテナイ人が、シタルケスは来ないのではないかと疑って船隊を率いて到着せず、代わりに贈り物と使節を彼に送ってきたため、カルキディア人とボッティア人のもとへ軍勢の一部を派遣し、彼らを城内に閉じ込めて彼らの土地を荒らした。
§2.101.2καθημένου δ’ αὐτοῦ περὶ τοὺς χώρους τούτους οἱ πρὸς νότον οἰκοῦντες Θεσσαλοὶ καὶ Μάγνητες καὶ οἱ ἄλλοι ὑπήκοοι Θεσσαλῶν καὶ οἱ μέχρι Θερμοπυλῶν Ἕλληνες ἐφοβήθησαν μὴ καὶ ἐπὶ σφᾶς ὁ στρατὸς χωρήσῃ, καὶ ἐν παρασκευῇ ἦσαν.
彼がこれらの地域に留まっている間に、南方に居住するテッサリア人やマグネス人、その他のテッサリア人の服属民、そしてテルモピュライに至るまでのギリシア人たちは、その軍勢が自分たちのところにも押し寄せてくるのではないかと恐れ、備えを固めていた。
§2.101.3ἐφοβήθησαν δὲ καὶ οἱ πέραν Στρυμόνος πρὸς βορέαν Θρᾷκες, ὅσοι πεδία εἶχον, Παναῖοι καὶ Ὀδόμαντοι καὶ Δρῶοι καὶ Δερσαῖοι·
また、ストリュモン川の向こう側の北方に住むトラキア人のうち、平野を領有していた者たち、すなわちパナイオイ人、オドマントイ人、ドロオイ人、デルサイオイ人なども恐れた。
αὐτόνομοι δ’ εἰσὶ πάντες.
彼らはみな独立の民である。
§2.101.4παρέσχε δὲ λόγον καὶ ἐπὶ τοὺς τῶν Ἀθηναίων πολεμίους Ἕλληνας, μὴ ὑπ’ αὐτῶν ἀγόμενοι κατὰ τὸ ξυμμαχικὸν καὶ ἐπὶ σφᾶς χωρήσωσιν.
またこのことは、アテナイ人の敵であるギリシア人の間にも、彼らがアテナイ人に導かれ、同盟関係に基づいて自分たちのところにも攻めてくるのではないかという懸念を生じさせた。
§2.101.5ὁ δὲ τήν τε Χαλκιδικὴν καὶ Βοττικὴν καὶ Μακεδονίαν ἅμα ἐπέχων ἔφθειρε, καὶ ἐπειδὴ αὐτῷ οὐδὲν ἐπράσσετο ὧν ἕνεκα ἐσέβαλε καὶ ἡ στρατιὰ σῖτόν τε οὐκ εἶχεν αὐτῷ καὶ ὑπὸ χειμῶνος ἐταλαιπώρει, ἀναπείθεται ὑπὸ Σεύθου τοῦ Σπαραδόκου, ἀδελφιδοῦ ὄντος καὶ μέγιστον μεθ’ ἑαυτὸν δυναμένου, ὥστ’ ἐν τάχει ἀπελθεῖν.
しかしシタルケスは、カルキディケ、ボッティケ、マケドニアを同時に制圧して荒廃させていたが、侵入した目的が何一つ達成されず、軍勢には食糧もなく冬の寒さに苦しめられていたため、自身の甥であり、自分に次ぐ実力者であったスパラドコスの子セウテスから、速やかに退却するよう説得された。
τὸν δὲ Σεύθην κρύφα Περδίκκας ὑποσχόμενος ἀδελφὴν ἑαυτοῦ δώσειν καὶ χρήματα ἐπ’ αὐτῇ προσποιεῖται.
なお、ペルディッカスはあらかじめ秘密裏に、自身の姉妹を妻として与え、それに伴う持参金を支払うと約束して、セウテスを懐柔していたのである。
§2.101.6καὶ ὁ μὲν πεισθεὶς καὶ μείνας τριάκοντα τὰς πάσας ἡμέρας, τούτων δὲ ὀκτὼ ἐν Χαλκιδεῦσιν, ἀνεχώρησε τῷ στρατῷ κατὰ τάχος ἐπ’ οἴκου·
こうして説得を受け入れたシタルケスは、合計三十日間(そのうち八日間はカルキディア人の土地であった)滞在したのち、軍勢を率いて急ぎ帰国の途についた。
Περδίκκας δὲ ὕστερον Στρατονίκην τὴν ἑαυτοῦ ἀδελφὴν δίδωσι Σεύθῃ, ὥσπερ ὑπέσχετο.
そしてペルディッカスは、後に約束通り、自身の姉妹ストラトニケをセウテスに妻として与えた。
τὰ μὲν οὖν κατὰ τὴν Σιτάλκου στρατείαν οὕτως ἐγένετο.
シタルケスの遠征に関する顛末は、このようであった。