§1.89.1οἱ γὰρ Ἀθηναῖοι τρόπῳ τοιῷδε ἦλθον ἐπὶ τὰ πράγματα ἐν οἷς ηὐξήθησαν.
というのも、アテナイ人は次のようなやり方で、彼らが強大化することになった国勢に達したからである。
§1.89.2ἐπειδὴ Μῆδοι ἀνεχώρησαν ἐκ τῆς Εὐρώπης νικηθέντες καὶ ναυσὶ καὶ πεζῷ ὑπὸ Ἑλλήνων καὶ οἱ καταφυγόντες αὐτῶν ταῖς ναυσὶν ἐς Μυκάλην διεφθάρησαν, Λεωτυχίδης μὲν ὁ βασιλεὺς τῶν Λακεδαιμονίων, ὅσπερ ἡγεῖτο τῶν ἐν Μυκάλῃ Ἑλλήνων, ἀπεχώρησεν ἐπ’ οἴκου ἔχων τοὺς ἀπὸ Πελοποννήσου ξυμμάχους, οἱ δὲ Ἀθηναῖοι καὶ οἱ ἀπὸ Ἰωνίας καὶ Ἑλλησπόντου ξύμμαχοι ἤδη ἀφεστηκότες ἀπὸ βασιλέως ὑπομείναντες Σηστὸν ἐπολιόρκουν Μήδων ἐχόντων, καὶ ἐπιχειμάσαντες εἷλον αὐτὴν ἐκλιπόντων τῶν βαρβάρων, καὶ μετὰ τοῦτο ἀπέπλευσαν ἐξ Ἑλλησπόντου ὡς ἕκαστοι κατὰ πόλεις.
ペルシア人がギリシア人によって海陸両方で敗れてヨーロッパから撤退し、彼らのうち船でミュカレに逃げ延びた人々が全滅させられたとき、ラケダイモン人の王でありミュカレにおけるギリシア人を率いていたレオテュキデスは、ペロポネソスからの同盟国を率いて帰路についた。 一方、アテナイ人と、すでに王から離反していたイオニアおよびヘレスポントスの同盟国は、その場にとどまってペルシア人が占領していたセストスを包囲し、冬を越したのちに、異民族たちが退去したことでそこを占領した。 そしてこののち、彼らはヘレスポントスからそれぞれ自分たちの都市へと船で戻っていった。
§1.89.3Ἀθηναίων δὲ τὸ κοινόν, ἐπειδὴ αὐτοῖς οἱ βάρβαροι ἐκ τῆς χώρας ἀπῆλθον, διεκομίζοντο εὐθὺς ὅθεν ὑπεξέθεντο παῖδας καὶ γυναῖκας καὶ τὴν περιοῦσαν κατασκευήν, καὶ τὴν πόλιν ἀνοικοδομεῖν παρεσκευάζοντο καὶ τὰ τείχη·
アテナイの共同体は、異民族たちが自国から退去すると直ちに、子供や妻たち、および残存する家財を、一時的に避難させていた場所から連れ戻し、都市と城壁を再建する準備にとりかかった。
τοῦ τε γὰρ περιβόλου βραχέα εἱστήκει καὶ οἰκίαι αἱ μὲν πολλαὶ ἐπεπτώκεσαν, ὀλίγαι δὲ περιῆσαν, ἐν αἷς αὐτοὶ ἐσκήνωσαν οἱ δυνατοὶ τῶν Περσῶν.
というのも、囲壁のうちわずかな部分しか立っておらず、家屋も大部分が崩れ落ちていて、わずかに残った家々にはペルシア人の有力者たち自身が宿営していたからである。