Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.89.1-1.89.3

塞斯托斯围城战与雅典重建城墙的准备

第 89 段,共 917 段 · 希腊语

内容简介

开始叙述雅典强大起来的历史背景,详细描述了波斯战争末期的塞斯托斯包围战,以及随后雅典公民返回家园并着手重建城市和城墙的准备工作。

§1.89.1οἱ γὰρ Ἀθηναῖοι τρόπῳ τοιῷδε ἦλθον ἐπὶ τὰ πράγματα ἐν οἷς ηὐξήθησαν.
因为雅典人是通过以下方式,达到了他们得以强大起来的地位。
§1.89.2ἐπειδὴ Μῆδοι ἀνεχώρησαν ἐκ τῆς Εὐρώπης νικηθέντες καὶ ναυσὶ καὶ πεζῷ ὑπὸ Ἑλλήνων καὶ οἱ καταφυγόντες αὐτῶν ταῖς ναυσὶν ἐς Μυκάλην διεφθάρησαν, Λεωτυχίδης μὲν ὁ βασιλεὺς τῶν Λακεδαιμονίων, ὅσπερ ἡγεῖτο τῶν ἐν Μυκάλῃ Ἑλλήνων, ἀπεχώρησεν ἐπ’ οἴκου ἔχων τοὺς ἀπὸ Πελοποννήσου ξυμμάχους, οἱ δὲ Ἀθηναῖοι καὶ οἱ ἀπὸ Ἰωνίας καὶ Ἑλλησπόντου ξύμμαχοι ἤδη ἀφεστηκότες ἀπὸ βασιλέως ὑπομείναντες Σηστὸν ἐπολιόρκουν Μήδων ἐχόντων, καὶ ἐπιχειμάσαντες εἷλον αὐτὴν ἐκλιπόντων τῶν βαρβάρων, καὶ μετὰ τοῦτο ἀπέπλευσαν ἐξ Ἑλλησπόντου ὡς ἕκαστοι κατὰ πόλεις.
当波斯人在海陆两方面被希腊人击败并从欧洲撤退,且他们中乘船逃往米卡列的人被消灭之后,拉刻代蒙人的国王、当时率领米卡列之希腊人的利奥提基德斯,便带着来自伯罗奔尼撒的盟友启程回国;而雅典人以及来自爱奥尼亚和赫勒斯滂且已经背叛波斯王的盟友们,则留了下来,包围了由波斯人把守的塞斯托斯,并在那里度过冬天后,在蛮族撤离时攻占了该城。 此后,他们从赫勒斯滂扬帆启航,各自返回自己的城邦。
§1.89.3Ἀθηναίων δὲ τὸ κοινόν, ἐπειδὴ αὐτοῖς οἱ βάρβαροι ἐκ τῆς χώρας ἀπῆλθον, διεκομίζοντο εὐθὺς ὅθεν ὑπεξέθεντο παῖδας καὶ γυναῖκας καὶ τὴν περιοῦσαν κατασκευήν, καὶ τὴν πόλιν ἀνοικοδομεῖν παρεσκευάζοντο καὶ τὰ τείχη· τοῦ τε γὰρ περιβόλου βραχέα εἱστήκει καὶ οἰκίαι αἱ μὲν πολλαὶ ἐπεπτώκεσαν, ὀλίγαι δὲ περιῆσαν, ἐν αἷς αὐτοὶ ἐσκήνωσαν οἱ δυνατοὶ τῶν Περσῶν.
至于雅典的共同体,当蛮族从他们的国土撤离后,他们立刻将妇女、儿童和剩余的家财从之前秘密疏散的地方迁回,并着手重建城市和城墙;因为围墙仅有极少部分仍然立着,大部分房屋已经倒塌,仅剩下少数房屋,而这些房屋曾是波斯权贵自己宿营的地方。

词汇与语法注释

  1. §1.89.3ὅθεν ὑπεξέθεντο — 关系副词 `ὅθεν`(自何处)省略了先行词 `ἐκεῖθεν`(自彼处)。虽然关系从句中的动词 `ὑπεξέθεντο`(他们疏散安顿)按常理应要求表示目的地“往何处”(`οἷ` 或 `ὅποι`)的副词,但在此由于主句动词 `διεκομίζοντο`(运回)表示起点的动作,使得该关系词被同化为表示起点的 `ὅθεν`。
  2. §1.89.3βραχέα εἱστήκει — 中性复数主语 `βραχέα`(少部分)与单数动词 `εἱστήκει`(立着,过去完成时)相搭配。这展示了雅典方言中典型的语法规则(中性复数主语接单数动词,即所谓“雅典式搭配”)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.89.1-1.89.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.89.1-1.89.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。