§1.58.1Ποτειδεᾶται δὲ πέμψαντες μὲν καὶ παρ’ Ἀθηναίους πρέσβεις, εἴ πως πείσειαν μὴ σφῶν πέρι νεωτερίζειν μηδέν, ἐλθόντες δὲ καὶ ἐς τὴν Λακεδαίμονα μετὰ Κορινθίων, [ἔπρασσον] ὅπως ἑτοιμάσαιντο τιμωρίαν, ἢν δέῃ, ἐπειδὴ ἔκ τε Ἀθηνῶν ἐκ πολλοῦ πράσσοντες οὐδὲν ηὕροντο ἐπιτήδειον, ἀλλ’ αἱ νῆες αἱ ἐπὶ Μακεδονίαν καὶ ἐπὶ σφᾶς ὁμοίως ἔπλεον, καὶ τὰ τέλη τῶν Λακεδαιμονίων ὑπέσχετο αὐτοῖς, ἢν ἐπὶ Ποτείδαιαν ἴωσιν Ἀθηναῖοι, ἐς τὴν Ἀττικὴν ἐσβαλεῖν, τότε δὴ κατὰ τὸν καιρὸν τοῦτον ἀφίστανται μετὰ Χαλκιδέων καὶ Βοττιαίων κοινῇ ξυνομόσαντες.
ポテイダイア人たちは、一方ではアテネのもとへも使節を派遣して、自分たちに関していかなる強硬な措置も取らないよう何とか説得を試み、他方ではコリントス人とともにスパルタへも赴いて、必要が生じた場合に備え支援を確保できるよう奔走した。 しかし、長きにわたるアテネとの交渉からは何ら好ましい結果を得られず、それどころかマケドニアと自分たちに向けて同じように船が出帆したのに対し、スパルタの当局者が、もしアテネ人がポテイダイアに向かって進軍するならばアッティカへ侵入することを彼らに約束した。 まさにこの時に至って、彼らはカルキディウス人およびボッティアイオス人と共同で同盟の誓いを交わして離反した。
§1.58.2καὶ Περδίκκας πείθει Χαλκιδέας τὰς ἐπὶ θαλάσσῃ πόλεις ἐκλιπόντας καὶ καταβαλόντας ἀνοικίσασθαι ἐς Ὄλυνθον μίαν τε πόλιν ταύτην ἰσχυρὰν ποιήσασθαι·
またペルディッカスは、カルキディウス人たちに、海岸沿いの都市を放棄し破壊した上で、内陸のオlynトスに移住して、この一つの都市を強力な拠点にするよう説得した。
τοῖς τ’ ἐκλιποῦσι τούτοις τῆς ἑαυτοῦ γῆς τῆς Μυγδονίας περὶ τὴν Βόλβην λίμνην ἔδωκε νέμεσθαι, ἕως ἂν ὁ πρὸς Ἀθηναίους πόλεμος ᾖ.
そして、都市を放棄したこれらの者たちに対し、アテネ人との戦争が続く間、ボルベ湖の周辺にある自らの領土ミグドニアの一部を耕作地として与えた。
καὶ οἱ μὲν ἀνῳκίζοντό τε καθαιροῦντες τὰς πόλεις καὶ ἐς πόλεμον παρεσκευάζοντο·
こうして彼らは、都市を取り壊して内陸へ移住し、戦争の準備を整えていった。