Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.58.1-1.58.2

波提狄亚叛乱与向奥林索斯的集结

第 58 段,共 917 段 · 希腊语

内容简介

由于与雅典的交涉破裂,波提狄亚在获得拉栖代梦入侵阿提卡的承诺后,与卡尔基狄亚人和波提亚伊人一同发起叛乱。佩尔迪卡斯劝说卡尔基狄亚人放弃沿海城市并迁往内陆的奥林索斯,并为他们提供了耕地。

§1.58.1Ποτειδεᾶται δὲ πέμψαντες μὲν καὶ παρ’ Ἀθηναίους πρέσβεις, εἴ πως πείσειαν μὴ σφῶν πέρι νεωτερίζειν μηδέν, ἐλθόντες δὲ καὶ ἐς τὴν Λακεδαίμονα μετὰ Κορινθίων, [ἔπρασσον] ὅπως ἑτοιμάσαιντο τιμωρίαν, ἢν δέῃ, ἐπειδὴ ἔκ τε Ἀθηνῶν ἐκ πολλοῦ πράσσοντες οὐδὲν ηὕροντο ἐπιτήδειον, ἀλλ’ αἱ νῆες αἱ ἐπὶ Μακεδονίαν καὶ ἐπὶ σφᾶς ὁμοίως ἔπλεον, καὶ τὰ τέλη τῶν Λακεδαιμονίων ὑπέσχετο αὐτοῖς, ἢν ἐπὶ Ποτείδαιαν ἴωσιν Ἀθηναῖοι, ἐς τὴν Ἀττικὴν ἐσβαλεῖν, τότε δὴ κατὰ τὸν καιρὸν τοῦτον ἀφίστανται μετὰ Χαλκιδέων καὶ Βοττιαίων κοινῇ ξυνομόσαντες.
波提狄亚人一方面向雅典人派遣使节,试图说服他们不对自己采取任何过激措施;另一方面,他们也与科林斯人一同前往拉栖代梦,进行交涉以便在必要时获得援助。 然而,经过长期的交涉,他们从雅典未能获得任何有利的结果,相反,那些针对马其顿和他们自身的战船同样已经起航;而拉栖代梦的当局则向他们承诺,如果雅典人向波提狄亚进军,他们将入侵阿提卡。 于是在这个关键时刻,他们便与卡尔基狄亚人和波提亚伊人共同立誓,联合发起了叛乱。
§1.58.2καὶ Περδίκκας πείθει Χαλκιδέας τὰς ἐπὶ θαλάσσῃ πόλεις ἐκλιπόντας καὶ καταβαλόντας ἀνοικίσασθαι ἐς Ὄλυνθον μίαν τε πόλιν ταύτην ἰσχυρὰν ποιήσασθαι·
佩尔迪卡斯还说服卡尔基狄亚人放弃并拆毁他们在沿海的城市,迁往内陆的奥林索斯,并将该城建设成为一个坚固的单一城市。
τοῖς τ’ ἐκλιποῦσι τούτοις τῆς ἑαυτοῦ γῆς τῆς Μυγδονίας περὶ τὴν Βόλβην λίμνην ἔδωκε νέμεσθαι, ἕως ἂν ὁ πρὸς Ἀθηναίους πόλεμος ᾖ.
对于这些放弃家园的人,他将自己位于波尔贝湖周围的美格多尼亚领土分给他们耕种,直至与雅典人的战争结束。
καὶ οἱ μὲν ἀνῳκίζοντό τε καθαιροῦντες τὰς πόλεις καὶ ἐς πόλεμον παρεσκευάζοντο·
于是,他们拆毁了城市,迁往内陆,并开始为战争做准备。

词汇与语法注释

  1. 1.58.1εἴ πως πείσειαν — 连词 εἴ 后接希求法 πείσειαν。在历史时态(或历史现在时)语境中,表示间接疑问或带有某种期待的企图(“抱有或许能说服的希望”)。
  2. 1.58.1τὰ τέλη τῶν Λακεδαιμονίων ὑπέσχετο — 尽管主语 τὰ τέλη(当局、政府)是中性复数名词,动词 ὑπέσχετο 却采用了单数第三人称。这是古希腊语中“中性复数主语接单数动词”这一标准句法(雅典式句式)的典型体现。
  3. 1.58.2ἕως ἂν ὁ πρὸς Ἀθηναίους πόλεμος ᾖ — 连词 ἕως 与小词 ἄν 及虚拟法 ᾖ 连用,引导一个时间状语从句,表示未来不确定时长的持续过程(“只要与雅典人的战争还在继续”)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.58.1-1.58.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.58.1-1.58.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。