§1.54.1τοιαῦτα τῶν Ἀθηναίων ἀποκριναμένων οἱ μὲν Κορίνθιοι τόν τε πλοῦν τὸν ἐπ’ οἴκου παρεσκευάζοντο καὶ τροπαῖον ἔστησαν ἐν τοῖς ἐν τῇ ἠπείρῳ Συβότοις·
アテネ人がこのように答えると、コリントス人は帰路の航海を準備し、大陸側のシュボタに戦勝記念碑を建てた。
οἱ δὲ Κερκυραῖοι τά τε ναυάγια καὶ νεκροὺς ἀνείλοντο τὰ κατὰ σφᾶς ἐξενεχθέντα ὑπό τε τοῦ ῥοῦ καὶ ἀνέμου, ὃς γενόμενος τῆς νυκτὸς διεσκέδασεν αὐτὰ πανταχῇ, καὶ τροπαῖον ἀντέστησαν ἐν τοῖς ἐν τῇ νήσῳ Συβότοις ὡς νενικηκότες.
一方、コルキュラ人は、潮流と、夜間に発生してそれらを至る所に散乱させた風によって、自分たちの方へ流されてきた難破船の破片や死体を回収し、自分たちが勝利したとして、島側のシュボタに対抗して戦勝記念碑を建てた。
§1.54.2γνώμῃ δὲ τοιᾷδε ἑκάτεροι τὴν νίκην προσεποιήσαντο·
双方は次のような根拠から、勝利を我がものと主張した。
Κορίνθιοι μὲν κρατήσαντες τῇ ναυμαχίᾳ μέχρι νυκτός, ὥστε καὶ ναυάγια πλεῖστα καὶ νεκροὺς προσκομίσασθαι, καὶ ἄνδρας ἔχοντες αἰχμαλώτους οὐκ ἐλάσσους χιλίων ναῦς τε καταδύσαντες περὶ ἑβδομήκοντα ἔστησαν τροπαῖον·
コリントス人は、海戦において夜まで優勢であり、その結果、きわめて多くの難破船の破片や死体を自ら回収し、千人を下らない捕虜を擁し、また約七十隻の船を沈めたために、戦勝記念碑を建てた。
Κερκυραῖοι δὲ τριάκοντα ναῦς μάλιστα διαφθείραντες, καὶ ἐπειδὴ Ἀθηναῖοι ἦλθον, ἀνελόμενοι τὰ κατὰ σφᾶς αὐτοὺς ναυάγια καὶ νεκρούς, καὶ ὅτι αὐτοῖς τῇ τε προτεραίᾳ πρύμναν κρουόμενοι ὑπεχώρησαν οἱ Κορίνθιοι ἰδόντες τὰς Ἀττικὰς ναῦς, καὶ ἐπειδὴ ἦλθον οἱ Ἀθηναῖοι, οὐκ ἀντεπέπλεον ἐκ τῶν Συβότων, διὰ ταῦτα τροπαῖον ἔστησαν.
コルキュラ人は、約三十隻の船を破壊したこと、アテネ人が到着した後に自分たちの側の難破船の破片や死体を回収したこと、そして、前日にアッティカの船を見てコリントス人が船尾退却して後退したこと、またアテネ人が到着した後にコリントス人がシュボタから対抗して出撃してこなかったこと、これらの理由によって戦勝記念碑を建てた。