§1.51.1ταύτας οὖν προϊδόντες οἱ Κορίνθιοι καὶ ὑποτοπήσαντες ἀπ’ Ἀθηνῶν εἶναι οὐχ ὅσας ἑώρων ἀλλὰ πλείους ὑπανεχώρουν.
それゆえ、コリントス人はこれらの船をあらかじめ目撃し、アテナイからの船であって、目に見えている数だけではなく、それよりも多いのではないかと疑ったため、徐々に退却していった。
§1.51.2τοῖς δὲ Κερκυραίοις ἐπέπλεον γὰρ μᾶλλον ἐκ τοῦ ἀφανοῦς οὐχ ἑωρῶντο, καὶ ἐθαύμαζον τοὺς Κορινθίους πρύμναν κρουομένους, πρίν τινες ἰδόντες εἶπον ὅτι νῆες ἐκεῖναι ἐπιπλέουσιν.
しかしコルキュラ人には、それらの船がむしろ死角から航行してきたために見えておらず、コリントス人が船尾を漕いで後退しているのを不思議に思っていたが、やがて一部の者がそれらを目にして、「あそこに船が航行してくる」と言うに至った。
τότε δὲ καὶ αὐτοὶ ἀνεχώρουν·
そのとき初めて彼ら自身も退却し始めた。
ξυνεσκόταζε γὰρ ἤδη, καὶ οἱ Κορίνθιοι ἀποτραπόμενοι τὴν διάλυσιν ἐποιήσαντο.
すでに暗くなりつつあったからであり、コリントス人は反転して戦闘を切り上げた。
§1.51.3οὕτω μὲν ἡ ἀπαλλαγὴ ἐγένετο ἀλλήλων, καὶ ἡ ναυμαχία ἐτελεύτα ἐς νύκτα.
このようにして互いの離脱が行われ、海戦は夜になって終わりを告げた。
§1.51.4τοῖς δὲ Κερκυραίοις στρατοπεδευομένοις ἐπὶ τῇ Λευκίμμῃ αἱ εἴκοσι νῆες αἱ ἐκ τῶν Ἀθηνῶν αὗται, ὧν ἦρχε Γλαύκων τε ὁ Λεάγρου καὶ † Ἀνδοκίδης ὁ Λεωγόρου †, διὰ τῶν νεκρῶν καὶ ναυαγίων προσκομισθεῖσαι κατέπλεον ἐς τὸ στρατόπεδον οὐ πολλῷ ὕστερον ἢ ὤφθησαν.
レウキムメに陣を敷いていたコルキュラ人のもとへ、アテナイからのこれら20隻の船(レアグロスの子グラウコンと†レオゴラスの子アンドキデス†が指揮していた)が、死体と難破船の間を通り抜けて、目撃されてからそれほど経たないうちに陣営へと入港した。
§1.51.5οἱ δὲ Κερκυραῖοι (ἦν γὰρ νύξ) ἐφοβήθησαν μὴ πολέμιαι ὦσιν, ἔπειτα δὲ ἔγνωσαν· καὶ ὡρμίσαντο.
コルキュラ人は(夜であったため)敵船ではないかと恐れたが、そののちそれと知ると、停泊した。