Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.51.1-1.51.5

科林斯军撤退与海战结束

第 51 段,共 917 段 · 希腊语

内容简介

看到二十艘雅典增援船后,科林斯人开始撤退,科克拉人也随后退却,海战在入夜时结束。雅典的增援船只穿过尸体和残骸,抵达了科克拉人的营地。

§1.51.1ταύτας οὖν προϊδόντες οἱ Κορίνθιοι καὶ ὑποτοπήσαντες ἀπ’ Ἀθηνῶν εἶναι οὐχ ὅσας ἑώρων ἀλλὰ πλείους ὑπανεχώρουν.
因此,科林斯人远眺见这些船只,怀疑它们来自雅典,且不仅是他们所看见的那些,而是有更多,于是便渐渐退却。
§1.51.2τοῖς δὲ Κερκυραίοις ἐπέπλεον γὰρ μᾶλλον ἐκ τοῦ ἀφανοῦς οὐχ ἑωρῶντο, καὶ ἐθαύμαζον τοὺς Κορινθίους πρύμναν κρουομένους, πρίν τινες ἰδόντες εἶπον ὅτι νῆες ἐκεῖναι ἐπιπλέουσιν.
然而,科克拉人并没有看见它们,因为它们是从视线之外驶来的,他们正对科林斯人倒桨后退感到惊异,直到有人看见并说道:“那些船只正在驶来。
τότε δὲ καὶ αὐτοὶ ἀνεχώρουν· ξυνεσκόταζε γὰρ ἤδη, καὶ οἱ Κορίνθιοι ἀποτραπόμενοι τὴν διάλυσιν ἐποιήσαντο.
”这时,他们自己也开始退却;因为天色已经暗了下来,而科林斯人也掉转方向,结束了交战。
§1.51.3οὕτω μὲν ἡ ἀπαλλαγὴ ἐγένετο ἀλλήλων, καὶ ἡ ναυμαχία ἐτελεύτα ἐς νύκτα.
就这样,双方脱离接触,海战在入夜时结束。
§1.51.4τοῖς δὲ Κερκυραίοις στρατοπεδευομένοις ἐπὶ τῇ Λευκίμμῃ αἱ εἴκοσι νῆες αἱ ἐκ τῶν Ἀθηνῶν αὗται, ὧν ἦρχε Γλαύκων τε ὁ Λεάγρου καὶ † Ἀνδοκίδης ὁ Λεωγόρου †, διὰ τῶν νεκρῶν καὶ ναυαγίων προσκομισθεῖσαι κατέπλεον ἐς τὸ στρατόπεδον οὐ πολλῷ ὕστερον ἢ ὤφθησαν.
在科克拉人于莱基梅驻扎时,这些来自雅典的二十艘船只——由莱阿格罗斯之子格劳孔和†雷奥戈拉斯之子安多基德斯†指挥——在穿过尸体和船只残骸后,在被发现后不久便驶入了营地。
§1.51.5οἱ δὲ Κερκυραῖοι (ἦν γὰρ νύξ) ἐφοβήθησαν μὴ πολέμιαι ὦσιν, ἔπειτα δὲ ἔγνωσαν· καὶ ὡρμίσαντο.
科克拉人(因为当时是黑夜)曾担心它们是敌船,但随后认出了它们,于是便泊了船。

词汇与语法注释

  1. §1.51.1οὐχ ὅσας ἑώρων ἀλλὰ πλείους — 意为“不仅是他们所看见的那些,而是有更多”。πλείους 是 πλείονας 的缩约形式(宾格、阴性、复数),作为不定式 εἶναι 的未声明主语(指代雅典船只)的谓语。
  2. §1.51.2τοῖς δὲ Κερκυραίοις ... οὐχ ἑωρῶντο — 与格 τοῖς Κερκυραίοις 在被动动词 οὐχ ἑωρῶντο(未被看见)中起“施事与格”(或“关系与格”)的作用,意为“科克拉人没有看见它们”。
  3. §1.51.4τοῖς δὲ Κερκυραίοις στρατοπεδευομένοις — 该与格短语置于句首,修饰主句动词 κατέπλεον(驶入)。在语法上它作为“利益与格”(或“关系与格”),表明情况:“对于在莱基梅驻扎的科克拉人而言”。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.51.1-1.51.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.51.1-1.51.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。