§1.34.1‘ἢν δὲ λέγωσιν ὡς οὐ δίκαιον τοὺς σφετέρους ἀποίκους ὑμᾶς δέχεσθαι, μαθόντων ὡς πᾶσα ἀποικία εὖ μὲν πάσχουσα τιμᾷ τὴν μητρόπολιν, ἀδικουμένη δὲ ἀλλοτριοῦται·
「もし彼らが、あなた方が彼らの入植者を受け入れるのは正しくないと言うなら、いかなる植民市も、よく扱われている間は本国を敬うが、不当に扱われれば疎遠になるということを知るべきです。
οὐ γὰρ ἐπὶ τῷ δοῦλοι, ἀλλ’ ἐπὶ τῷ ὁμοῖοι τοῖς λειπομένοις εἶναι ἐκπέμπονται.
なぜなら、入植者たちは奴隷となるためではなく、本国に残る者たちと対等であるために送り出されるからです。
§1.34.2ὡς δὲ ἠδίκουν σαφές ἐστιν·
彼らが不当な扱いをしていたことは明らかです。
προκληθέντες γὰρ περὶ Ἐπιδάμνου ἐς κρίσιν πολέμῳ μᾶλλον ἢ τῷ ἴσῳ ἐβουλήθησαν τὰ ἐγκλήματα μετελθεῖν.
というのも、彼らはエピダムノスをめぐって裁判による解決を促されたにもかかわらず、公正な手続きによるよりも、戦争によって不満を追及することを望んだからです。
§1.34.3καὶ ὑμῖν ἔστω τι τεκμήριον ἃ πρὸς ἡμᾶς τοὺς ξυγγενεῖς δρῶσιν, ὥστε ἀπάτῃ τε μὴ παράγεσθαι ὑπ’ αὐτῶν δεομένοις τε ἐκ τοῦ εὐθέος μὴ ὑπουργεῖν·
そして、彼らが同族である我々に対して行っていることをあなた方にとっての一つの証拠とし、彼らの欺きによって惑わされることなく、また彼らが率直に援助を求めてきても応じないようにしなさい。
ὁ γὰρ ἐλαχίστας τὰς μεταμελείας ἐκ τοῦ χαρίζεσθαι τοῖς ἐναντίοις λαμβάνων ἀσφαλέστατος ἂν διατελοίη.
敵に便宜を図ることから生じる後悔を最小限にとどめる者こそが、最も安全に過ごし続けることができるからです。 」