§1.34.1‘ἢν δὲ λέγωσιν ὡς οὐ δίκαιον τοὺς σφετέρους ἀποίκους ὑμᾶς δέχεσθαι, μαθόντων ὡς πᾶσα ἀποικία εὖ μὲν πάσχουσα τιμᾷ τὴν μητρόπολιν, ἀδικουμένη δὲ ἀλλοτριοῦται· οὐ γὰρ ἐπὶ τῷ δοῦλοι, ἀλλ’ ἐπὶ τῷ ὁμοῖοι τοῖς λειπομένοις εἶναι ἐκπέμπονται.
“如果他们说你们接纳他们的殖民者是不正当的,那么应当了解:任何殖民地在受到善待时都会尊重其母邦,但在遭受不公时就会变得疏远;因为他们被派往国外并不是为了做奴隶,而是为了与留在后方的人平等。
§1.34.2ὡς δὲ ἠδίκουν σαφές ἐστιν· προκληθέντες γὰρ περὶ Ἐπιδάμνου ἐς κρίσιν πολέμῳ μᾶλλον ἢ τῷ ἴσῳ ἐβουλήθησαν τὰ ἐγκλήματα μετελθεῖν.
他们行事不公,这是显而易见的;因为在受到关于埃皮达姆诺斯的裁判邀请时,宁愿诉诸战争,也不愿在平等的法律基础上解决他们的争端。
§1.34.3καὶ ὑμῖν ἔστω τι τεκμήριον ἃ πρὸς ἡμᾶς τοὺς ξυγγενεῖς δρῶσιν, ὥστε ἀπάτῃ τε μὴ παράγεσθαι ὑπ’ αὐτῶν δεομένοις τε ἐκ τοῦ εὐθέος μὴ ὑπουργεῖν·
让那些他们对我们——他们的同族——所做的事成为你们的鉴戒,免得你们被他们的欺骗所迷惑,也不要在他们直接请求时予以协助。
ὁ γὰρ ἐλαχίστας τὰς μεταμελείας ἐκ τοῦ χαρίζεσθαι τοῖς ἐναντίοις λαμβάνων ἀσφαλέστατος ἂν διατελοίη.
因为,凡是因向对手施惠而招致最少悔恨的人,才能始终保持最安全。 ”