§1.18.1ἐπειδὴ δὲ οἵ τε Ἀθηναίων τύραννοι καὶ οἱ ἐκ τῆς ἄλλης Ἑλλάδος ἐπὶ πολὺ καὶ πρὶν τυραννευθείσης οἱ πλεῖστοι καὶ τελευταῖοι πλὴν τῶν ἐν Σικελίᾳ ὑπὸ Λακεδαιμονίων κατελύθησαν (ἡ γὰρ Λακεδαίμων μετὰ τὴν κτίσιν τῶν νῦν ἐνοικούντων αὐτὴν Δωριῶν ἐπὶ πλεῖστον ὧν ἴσμεν χρόνον στασιάσασα ὅμως ἐκ παλαιτάτου καὶ ηὐνομήθη καὶ αἰεὶ ἀτυράννευτος ἦν·
アテナイの僭主たち、および(アテナイよりも前に、しかも長きにわたって僭主支配を受けていた)他のギリシアの諸地域の僭主たちの大部分かつ最後の者たちが、シケリアの僭主たちを除いて、ラケダイモン人によって打倒されたとき――というのも、ラケダイモンは、現在そこに居住しているドリア人の定住以来、我々の知る限り最も長い期間にわたって内紛に苦しみながらも、きわめて古い時代から、優れた秩序を保持し、常に僭主支配を受けなかったからである。
ἔτη γάρ ἐστι μάλιστα τετρακόσια καὶ ὀλίγῳ πλείω ἐς τὴν τελευτὴν τοῦδε τοῦ πολέμου ἀφ’ οὗ Λακεδαιμόνιοι τῇ αὐτῇ πολιτείᾳ χρῶνται, καὶ δι’ αὐτὸ δυνάμενοι καὶ τὰ ἐν ταῖς ἄλλαις πόλεσι καθίστασαν), μετὰ δὲ τὴν τῶν τυράννων κατάλυσιν ἐκ τῆς Ἑλλάδος οὐ πολλοῖς ἔτεσιν ὕστερον καὶ ἡ ἐν Μαραθῶνι μάχη Μήδων πρὸς Ἀθηναίους ἐγένετο.
すなわち、ラケダイモン人が同じ国制を用いてから、この戦争の終結までに、およそ四百年、あるいはそれより少し多い年数が経過しており、このことによって彼らは強力であり、他の諸都市の情勢をも整えたのである――この僭主たちのギリシアからの打倒の後、何年も経たないうちに、マラトンにおけるペルシア人とアテナイ人の戦いもまた起こった。
§1.18.2δεκάτῳ δὲ ἔτει μετ’ αὐτὴν αὖθις ὁ βάρβαρος τῷ μεγάλῳ στόλῳ ἐπὶ τὴν Ἑλλάδα δουλωσόμενος ἦλθεν.
そしてその戦いから十年目に、ふたたび異民族が大遠征軍を率いて、ギリシアを奴隷化しようとしてやって来た。
καὶ μεγάλου κινδύνου ἐπικρεμασθέντος οἵ τε Λακεδαιμόνιοι τῶν ξυμπολεμησάντων Ἑλλήνων ἡγήσαντο δυνάμει προύχοντες, καὶ οἱ Ἀθηναῖοι ἐπιόντων τῶν Μήδων διανοηθέντες ἐκλιπεῖν τὴν πόλιν καὶ ἀνασκευασάμενοι ἐς τὰς ναῦς ἐσβάντες ναυτικοὶ ἐγένοντο.
そして大きな危険が差し迫るなか、ラケダイモン人は、武力に勝っていたため、共に戦ったギリシア人たちの指導権を握り、アテナイ人は、ペルシア人が進軍してくると、都市を放棄することを決意し、家財をまとめて船に乗り込み、海軍の民となった。
κοινῇ τε ἀπωσάμενοι τὸν βάρβαρον, ὕστερον οὐ πολλῷ διεκρίθησαν πρός τε Ἀθηναίους καὶ Λακεδαιμονίους οἵ τε ἀποστάντες βασιλέως Ἕλληνες καὶ οἱ ξυμπολεμήσαντες.
そして共同して異民族を退けたが、それからほどなくして、王から離反したギリシア人たちも、共に戦った者たちも、アテナイ人の側とラケダイモン人の側とに分裂した。
δυνάμει γὰρ ταῦτα μέγιστα διεφάνη·
なぜなら、これら二つの勢力が最も強大であることが明らかになったからである。
ἴσχυον γὰρ οἱ μὲν κατὰ γῆν, οἱ δὲ ναυσίν.
すなわち、一方は陸上で、他方は海軍で強大であった。
§1.18.3καὶ ὀλίγον μὲν χρόνον ξυνέμεινεν ἡ ὁμαιχμία, ἔπειτα διενεχθέντες οἱ Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι ἐπολέμησαν μετὰ τῶν ξυμμάχων πρὸς ἀλλήλους·
そして同盟関係は短い間は維持されたが、その後、ラケダイモン人とアテナイ人は反目し合い、それぞれの同盟国とともに互いに戦った。
καὶ τῶν ἄλλων Ἑλλήνων εἴ τινές που διασταῖεν, πρὸς τούτους ἤδη ἐχώρουν.
また、他のギリシア人たちのうち、もしどこかで紛争が生じたならば、彼らはすでにこれらのいずれかの陣営に加わっていった。
ὥστε ἀπὸ τῶν Μηδικῶν ἐς τόνδε αἰεὶ τὸν πόλεμον τὰ μὲν σπενδόμενοι, τὰ δὲ πολεμοῦντες ἢ ἀλλήλοις ἢ τοῖς ἑαυτῶν ξυμμάχοις ἀφισταμένοις εὖ παρεσκευάσαντο τὰ πολέμια καὶ ἐμπειρότεροι ἐγένοντο μετὰ κινδύνων τὰς μελέτας ποιούμενοι.
その結果、ペルシア戦争からこの戦争に至るまで、常にある時は講和を結び、ある時は互いに、あるいは離反する自らの同盟国と戦争をしながら、彼らは軍事体制を十全に整え、危険の只中で訓練を重ねることによって、より多くの経験を積んでいった。