§1.18.1ἐπειδὴ δὲ οἵ τε Ἀθηναίων τύραννοι καὶ οἱ ἐκ τῆς ἄλλης Ἑλλάδος ἐπὶ πολὺ καὶ πρὶν τυραννευθείσης οἱ πλεῖστοι καὶ τελευταῖοι πλὴν τῶν ἐν Σικελίᾳ ὑπὸ Λακεδαιμονίων κατελύθησαν (ἡ γὰρ Λακεδαίμων μετὰ τὴν κτίσιν τῶν νῦν ἐνοικούντων αὐτὴν Δωριῶν ἐπὶ πλεῖστον ὧν ἴσμεν χρόνον στασιάσασα ὅμως ἐκ παλαιτάτου καὶ ηὐνομήθη καὶ αἰεὶ ἀτυράννευτος ἦν· ἔτη γάρ ἐστι μάλιστα τετρακόσια καὶ ὀλίγῳ πλείω ἐς τὴν τελευτὴν τοῦδε τοῦ πολέμου ἀφ’ οὗ Λακεδαιμόνιοι τῇ αὐτῇ πολιτείᾳ χρῶνται, καὶ δι’ αὐτὸ δυνάμενοι καὶ τὰ ἐν ταῖς ἄλλαις πόλεσι καθίστασαν), μετὰ δὲ τὴν τῶν τυράννων κατάλυσιν ἐκ τῆς Ἑλλάδος οὐ πολλοῖς ἔτεσιν ὕστερον καὶ ἡ ἐν Μαραθῶνι μάχη Μήδων πρὸς Ἀθηναίους ἐγένετο.
在雅典的僭主以及希腊其他地区(该地区在很早以前就长期处于僭主统治之下)的大多数和最后的僭主(除了西西里的僭主之外)被拉刻代蒙人推翻之后——因为拉刻代蒙自如今居住于此的多利安人定居以来,虽然在我们所知的最长一段时间内饱受内讧之苦,但自极古老的时代起就确立了良好的法治,并且始终未受僭主统治;因为从拉刻代蒙人使用同一宪法到这场战争结束,大约有四百年或稍多一点的时间,也正因如此,他们拥有强大的力量,并整顿了其他城市的事物——在推翻希腊境内的僭主之后,没过几年,波斯人与雅典人之间的马拉松战役就爆发了。
§1.18.2δεκάτῳ δὲ ἔτει μετ’ αὐτὴν αὖθις ὁ βάρβαρος τῷ μεγάλῳ στόλῳ ἐπὶ τὴν Ἑλλάδα δουλωσόμενος ἦλθεν.
在这场战役后的第十年,异族人再次率领庞大的舰队前来,企图奴役希腊。
καὶ μεγάλου κινδύνου ἐπικρεμασθέντος οἵ τε Λακεδαιμόνιοι τῶν ξυμπολεμησάντων Ἑλλήνων ἡγήσαντο δυνάμει προύχοντες, καὶ οἱ Ἀθηναῖοι ἐπιόντων τῶν Μήδων διανοηθέντες ἐκλιπεῖν τὴν πόλιν καὶ ἀνασκευασάμενοι ἐς τὰς ναῦς ἐσβάντες ναυτικοὶ ἐγένοντο.
在巨大的危险迫在眉睫之际,拉刻代蒙人因力量占优而领导了共同参战的希腊人;而雅典人在波斯人逼近时,决定放弃他们的城市,收拾好家当,登上战船,成为了海上民族。
κοινῇ τε ἀπωσάμενοι τὸν βάρβαρον, ὕστερον οὐ πολλῷ διεκρίθησαν πρός τε Ἀθηναίους καὶ Λακεδαιμονίους οἵ τε ἀποστάντες βασιλέως Ἕλληνες καὶ οἱ ξυμπολεμήσαντες.
在共同击退异族人之后,没过多久,那些背叛了波斯国王的希腊人以及共同参战的人,便分裂为依附雅典人和依附拉刻代蒙人两派。
δυνάμει γὰρ ταῦτα μέγιστα διεφάνη· ἴσχυον γὰρ οἱ μὲν κατὰ γῆν, οἱ δὲ ναυσίν.
因为这两个城邦显然力量最为强大:一个在陆地上强大,另一个在海上(船只上)强大。
§1.18.3καὶ ὀλίγον μὲν χρόνον ξυνέμεινεν ἡ ὁμαιχμία, ἔπειτα διενεχθέντες οἱ Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι ἐπολέμησαν μετὰ τῶν ξυμμάχων πρὸς ἀλλήλους· καὶ τῶν ἄλλων Ἑλλήνων εἴ τινές που διασταῖεν, πρὸς τούτους ἤδη ἐχώρουν.
这种军事同盟关系维持了不长的时间,随后拉刻代蒙人和雅典人便产生不和,各自带着盟国互相开战;而其他希腊人中,如果哪里发生了分裂,他们便也各自投奔这两个阵营。
ὥστε ἀπὸ τῶν Μηδικῶν ἐς τόνδε αἰεὶ τὸν πόλεμον τὰ μὲν σπενδόμενοι, τὰ δὲ πολεμοῦντες ἢ ἀλλήλοις ἢ τοῖς ἑαυτῶν ξυμμάχοις ἀφισταμένοις εὖ παρεσκευάσαντο τὰ πολέμια καὶ ἐμπειρότεροι ἐγένοντο μετὰ κινδύνων τὰς μελέτας ποιούμενοι.
因此,从波斯战争直到这场战争,他们始终处于有时休战、有时与对方或与自己叛乱的盟国交战的状态,这使他们充分做好了战争准备,并在危险中进行演练,从而变得更加经验丰富。