§1.134.1ἀκούσαντες δὲ ἀκριβῶς τότε μὲν ἀπῆλθον οἱ ἔφοροι, βεβαίως δὲ ἤδη εἰδότες ἐν τῇ πόλει τὴν ξύλληψιν ἐποιοῦντο.
監督官たちは詳細に聞き取った後、そのときは立ち去ったが、今や確実な確証を得たので、市内において逮捕の準備を進めた。
λέγεται δ’ αὐτὸν μέλλοντα ξυλληφθήσεσθαι ἐν τῇ ὁδῷ, ἑνὸς μὲν τῶν ἐφόρων τὸ πρόσωπον προσιόντος ὡς εἶδε, γνῶναι ἐφ’ ᾧ ἐχώρει, ἄλλου δὲ νεύματι ἀφανεῖ χρησαμένου καὶ δηλώσαντος εὐνοίᾳ πρὸς τὸ ἱερὸν τῆς Χαλκιοίκου χωρῆσαι δρόμῳ καὶ προκαταφυγεῖν·
しかし、パウサニアスは道すがら逮捕されそうになったとき、近づいてくる監督官の一人の顔を見て、その者が何のために進んできているかを察知し、また別の監督官が好意から密かな合図をして状況を知らせてくれたため、走って「青銅の家の女神」(アテナ・カルキオイコス)の神殿へと向かい、そこに逃げ込んだと言われている。
ἦν δ’ ἐγγὺς τὸ τέμενος.
その境内は近くにあった。
καὶ ἐς οἴκημα οὐ μέγα ὃ ἦν τοῦ ἱεροῦ ἐσελθών, ἵνα μὴ ὑπαίθριος ταλαιπωροίη, ἡσύχαζεν.
そして、野ざらしで苦しまないように、神殿に属していたあまり大きくない建物の中に入り、静かに留まっていた。
§1.134.2οἱ δὲ τὸ παραυτίκα μὲν ὑστέρησαν τῇ διώξει, μετὰ δὲ τοῦτο τοῦ τε οἰκήματος τὸν ὄροφον ἀφεῖλον καὶ τὰς θύρας ἔνδον ὄντα τηρήσαντες αὐτὸν καὶ ἀπολαβόντες ἔσω ἀπῳκοδόμησαν, προσκαθεζόμενοί τε ἐξεπολιόρκησαν λιμῷ.
一方、彼らはその瞬間は追跡に遅れたが、その後、建物の屋根を取り外し、彼が中にいるのを監視した上で出入り口を塞ぎ、内部に閉じ込めて壁で塗りつぶし、包囲して座り込み、飢えによって彼を攻め立てた。
§1.134.3καὶ μέλλοντος αὐτοῦ ἀποψύχειν ὥσπερ εἶχεν ἐν τῷ οἰκήματι, αἰσθόμενοι ἐξάγουσιν ἐκ τοῦ ἱεροῦ ἔτι ἔμπνουν ὄντα, καὶ ἐξαχθεὶς ἀπέθανε παραχρῆμα.
そして彼が建物の中でその状態のまま息を引き取ろうとしていたとき、彼らはそれに気づいて、まだ息があるうちに神殿から連れ出し、彼は連れ出されるとすぐに息を引き取った。
§1.134.4καὶ αὐτὸν ἐμέλλησαν μὲν ἐς τὸν Καιάδαν [οὗπερ τοὺς κακούργους] ἐσβάλλειν· ἔπειτα ἔδοξε πλησίον που κατορύξαι.
スパルタ人たちは最初、彼をカイアダス(犯罪者たちを投げ落とす奈落)に投げ込もうとしたが、その後、近くのどこかに埋葬することに決めた。
ὁ δὲ θεὸς ὁ ἐν Δελφοῖς τόν τε τάφον ὕστερον ἔχρησε τοῖς Λακεδαιμονίοις μετενεγκεῖν οὗπερ ἀπέθανε (καὶ νῦν κεῖται ἐν τῷ προτεμενίσματι, ὃ γραφῇ στῆλαι δηλοῦσι) καὶ ὡς ἄγος αὐτοῖς ὂν τὸ πεπραγμένον δύο σώματα ἀνθ’ ἑνὸς τῇ Χαλκιοίκῳ ἀποδοῦναι.
しかし、デルポイの神は後にラケダイモン人たちに、彼が死んだその場所に墓を移すよう神託で命じ(そして現在、彼は神殿の前の敷地に横たわっており、そのことは碑文の刻まれた柱が示している)、また、その行いは彼らにとって汚れであるので、一人の代わりに二つの体を「青銅の家の女神」に返すようにと命じた。
οἱ δὲ ποιησάμενοι χαλκοῦς ἀνδριάντας δύο ὡς ἀντὶ Παυσανίου ἀνέθεσαν.
そこで彼らは青銅の像を二体作り、パウサニアスの代わりとして奉納した。