§1.134.1ἀκούσαντες δὲ ἀκριβῶς τότε μὲν ἀπῆλθον οἱ ἔφοροι, βεβαίως δὲ ἤδη εἰδότες ἐν τῇ πόλει τὴν ξύλληψιν ἐποιοῦντο.
监察官们在详细听取了一切后,当时便离开了,但由于此时他们已经确切掌握了事实,便着手准备在城内进行逮捕。
λέγεται δ’ αὐτὸν μέλλοντα ξυλληφθήσεσθαι ἐν τῇ ὁδῷ, ἑνὸς μὲν τῶν ἐφόρων τὸ πρόσωπον προσιόντος ὡς εἶδε, γνῶναι ἐφ’ ᾧ ἐχώρει, ἄλλου δὲ νεύματι ἀφανεῖ χρησαμένου καὶ δηλώσαντος εὐνοίᾳ πρὸς τὸ ἱερὸν τῆς Χαλκιοίκου χωρῆσαι δρόμῳ καὶ προκαταφυγεῖν· ἦν δ’ ἐγγὺς τὸ τέμενος.
然而据说,当保萨尼亚斯在路上即将被捕时,他看到了迎面走来的一位监察官的脸,明白了对方是为何而来;而另一位监察官出于好意,向他使了一个隐秘的神色并示意了情况,他便奔跑着向“青铜之家”的女神(雅典娜)神庙逃去,并提前进入寻求庇护;该神庙的圣地就在附近。
καὶ ἐς οἴκημα οὐ μέγα ὃ ἦν τοῦ ἱεροῦ ἐσελθών, ἵνα μὴ ὑπαίθριος ταλαιπωροίη, ἡσύχαζεν.
他进入了属于神庙的一间不大的屋子,免得在露天受苦,便在里面静静地待着。
§1.134.2οἱ δὲ τὸ παραυτίκα μὲν ὑστέρησαν τῇ διώξει, μετὰ δὲ τοῦτο τοῦ τε οἰκήματος τὸν ὄροφον ἀφεῖλον καὶ τὰς θύρας ἔνδον ὄντα τηρήσαντες αὐτὸν καὶ ἀπολαβόντες ἔσω ἀπῳκοδόμησαν, προσκαθεζόμενοί τε ἐξεπολιόρκησαν λιμῷ.
斯巴达人当时虽然在追击中慢了一步,但在此之后,他们拆毁了那间屋子的屋顶,并在监视其留在里面的同时堵死大门,将他围困在内并用墙堵死,随后驻守在周围,用饥饿迫使其屈服。
§1.134.3καὶ μέλλοντος αὐτοῦ ἀποψύχειν ὥσπερ εἶχεν ἐν τῷ οἰκήματι, αἰσθόμενοι ἐξάγουσιν ἐκ τοῦ ἱεροῦ ἔτι ἔμπνουν ὄντα, καὶ ἐξαχθεὶς ἀπέθανε παραχρῆμα.
就在他在屋子里奄奄一息的时候,监察官们察觉到了,便在他还有一口气时将他抬出神庙,他被抬出后便随即断气。
§1.134.4καὶ αὐτὸν ἐμέλλησαν μὲν ἐς τὸν Καιάδαν [οὗπερ τοὺς κακούργους] ἐσβάλλειν· ἔπειτα ἔδοξε πλησίον που κατορύξαι.
他们最初打算将他投入凯阿达斯(抛弃罪犯的深渊),但后来决定将他安葬在附近某处。
ὁ δὲ θεὸς ὁ ἐν Δελφοῖς τόν τε τάφον ὕστερον ἔχρησε τοῖς Λακεδαιμονίοις μετενεγκεῖν οὗπερ ἀπέθανε (καὶ νῦν κεῖται ἐν τῷ προτεμενίσματι, ὃ γραφῇ στῆλαι δηλοῦσι) καὶ ὡς ἄγος αὐτοῖς ὂν τὸ πεπραγμένον δύο σώματα ἀνθ’ ἑνὸς τῇ Χαλκιοίκῳ ἀποδοῦναι.
然而,德尔斐的神明后来下达神谕给拉刻代蒙人,要求将他的坟墓迁至他死去的地方(他现在就安葬在圣地前的空地上,这由刻有铭文的石柱所标示),并且因为所做之事对他们而言是一场亵渎,他们必须向“青铜之家”的女神偿还两个身体以替代那一个。
οἱ δὲ ποιησάμενοι χαλκοῦς ἀνδριάντας δύο ὡς ἀντὶ Παυσανίου ἀνέθεσαν.
于是,他们制作了两尊青铜像,作为保萨尼亚斯的替代物供奉于神庙。