§1.132.1καὶ φανερὸν μὲν εἶχον οὐδὲν οἱ Σπαρτιᾶται σημεῖον, οὔτε οἱ ἐχθροὶ οὔτε ἡ πᾶσα πόλις, ὅτῳ ἂν πιστεύσαντες βεβαίως ἐτιμωροῦντο ἄνδρα γένους τε τοῦ βασιλείου ὄντα καὶ ἐν τῷ παρόντι τιμὴν ἔχοντα (Πλείσταρχον γὰρ τὸν Λεωνίδου ὄντα βασιλέα καὶ νέον ἔτι ἀνεψιὸς ὢν ἐπετρόπευεν),
そしてスパルタ人たちは、敵対者たちも国家全体も、それに基づけば王家の一族であり現在高い地位にある男を確実に処罰できるような明白な証拠を何一つ持っていなかった(というのも、パウサニアスは、レオニダスの子でありまだ幼かった王プレイスタルコスの従兄として、彼を後見していたからである)。
§1.132.2ὑποψίας δὲ πολλὰς παρεῖχε τῇ τε παρανομίᾳ καὶ ζηλώσει τῶν βαρβάρων μὴ ἴσος βούλεσθαι εἶναι τοῖς παροῦσι, τά τε ἄλλα αὐτοῦ ἀνεσκόπουν, εἴ τί που ἐξεδεδιῄτητο τῶν καθεστώτων νομίμων, καὶ ὅτι ἐπὶ τὸν τρίποδά ποτε τὸν ἐν Δελφοῖς, ὃν ἀνέθεσαν οἱ Ἕλληνες ἀπὸ τῶν Μήδων ἀκροθίνιον, ἠξίωσεν ἐπιγράψασθαι αὐτὸς ἰδίᾳ τὸ ἐλεγεῖον τόδε·
しかし、彼はその不法行為と異民族の風習の模倣によって、周囲の者たちと対等であることを望まないという多くの疑念を抱かせていた。 彼らは彼の他の行動についても、確立された慣習から何か逸脱していないかを調べていたが、何よりもかつてギリシア人がメディア人から得た戦利品の初物として奉納したデルポイの三脚釜に、彼自身が個人の資格で次の二行詩を刻ませることをあえてしたことによってであった。
"
Ἑλλήνων ἀρχηγὸς ἐπεὶ στρατὸν ὤλεσε Μήδων,
Παυσανίας Φοίβῳ μνῆμ’ ἀνέθηκε τόδε. "
"ギリシアの総大将はメディア人の軍勢を滅ぼしたとき、パウサニアスはフォイボスにこの記念碑を奉納した。
§1.132.3τὸ μὲν οὖν ἐλεγεῖον οἱ Λακεδαιμόνιοι ἐξεκόλαψαν εὐθὺς τότε ἀπὸ τοῦ τρίποδος τοῦτο καὶ ἐπέγραψαν ὀνομαστὶ τὰς πόλεις ὅσαι ξυγκαθελοῦσαι τὸν βάρβαρον ἔστησαν τὸ ἀνάθημα·
"そこでラケダイモン人たちは、当時ただちにこの二行詩を三脚釜から削り落とし、異民族をともに打ち倒してその奉納物を建てた都市国家の名を個別に刻み込んだ。
τοῦ μέντοι Παυσανίου ἀδίκημα καὶ τότ’ ἐδόκει εἶναι, καὶ ἐπεί γε δὴ ἐν τούτῳ καθειστήκει, πολλῷ μᾶλλον παρόμοιον πραχθῆναι ἐφαίνετο τῇ παρούσῃ διανοίᾳ.
しかしながら、このことは当時でもパウサニアスの不正行為であると思われており、そして彼が現在このような窮地に置かれている今、それは現在の彼の企てに極めて類似した行為として、いっそう見えたのである。
§1.132.4ἐπυνθάνοντο δὲ καὶ ἐς τοὺς Εἵλωτας πράσσειν τι αὐτόν, καὶ ἦν δὲ οὕτως·
また彼らは、彼がヘイローテスたちに対しても何かを画策しているという情報も得ていたが、それは実際その通りであった。
ἐλευθέρωσίν τε γὰρ ὑπισχνεῖτο αὐτοῖς καὶ πολιτείαν, ἢν ξυνεπαναστῶσι καὶ τὸ πᾶν ξυγκατεργάσωνται.
というのも、もし彼らがともに蜂起し、全計画をともに成し遂げるなら、彼は彼らに解放と市民権を約束していたからである。
§1.132.5ἀλλ’ οὐδ’ ὣς οὐδὲ τῶν Εἱλώτων μηνυταῖς τισὶ πιστεύσαντες ἠξίωσαν νεώτερόν τι ποιεῖν ἐς αὐτόν, χρώμενοι τῷ τρόπῳ ᾧπερ εἰώθασιν ἐς σφᾶς αὐτούς, μὴ ταχεῖς εἶναι περὶ ἀνδρὸς Σπαρτιάτου ἄνευ ἀναμφισβητήτων τεκμηρίων βουλεῦσαί τι ἀνήκεστον, πρίν γε δὴ αὐτοῖς, ὡς λέγεται, ὁ μέλλων τὰς τελευταίας βασιλεῖ ἐπιστολὰς πρὸς Ἀρτάβαζον κομιεῖν, ἀνὴρ Ἀργίλιος, παιδικά ποτε ὢν αὐτοῦ καὶ πιστότατος ἐκείνῳ, μηνυτὴς γίγνεται, δείσας κατὰ ἐνθύμησίν τινα ὅτι οὐδείς πω τῶν πρὸ ἑαυτοῦ ἀγγέλων πάλιν ἀφίκετο, καὶ παρασημηνάμενος σφραγῖδα, ἵνα, ἢν ψευσθῇ τῆς δόξης ἢ καὶ ἐκεῖνός τι μεταγράψαι αἰτήσῃ, μὴ ἐπιγνῷ, λύει τὰς ἐπιστολάς, ἐν αἷς ὑπονοήσας τι τοιοῦτον προσεπεστάλθαι καὶ αὑτὸν ηὗρεν ἐγγεγραμμένον κτείνειν.
しかし、それでもなお、ヘイローテスたちの告発者の何人かを信用して、彼に対して何らかの過激な措置をとることをよしとせず、彼ら自身に対していつも用いている習慣、すなわち明白な証拠なしには、スパルタの市民たる人物に対して取り返しのつかない決定を急いで下さないという習慣に従っていた。 ついに、言われるところによれば、アルタバゾスへ宛てた王への最後の手紙を運ぶことになっていたアルギロス出身の男で、かつて彼の愛人であり彼に対して最も忠実であった者が、彼らにとって告発者となるまでは。 彼は、自分より前の使者たちのうち誰一人として戻ってこなかったことに気づいて恐れを抱き、もし自分の予測が外れたり、あるいは彼が何かを書き直すことを求めてきたりしても気づかれないように、印章を偽造した上で手紙を開封した。 そしてその手紙の中で、彼はそのようなことが追記されているのではないかと疑っていたが、まさに自分自身を殺害せよという指示が書き込まれているのを見出したのである。