Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.132.1-1.132.5

保萨尼亚斯通敌密信的败露

第 132 段,共 917 段 · 希腊语

内容简介

斯巴达人因缺乏证据而对惩罚保萨尼亚斯犹豫不决,但当保萨尼亚斯的信使(其昔日宠臣阿基鲁斯人)私自拆开给波斯国王的信件并发现处死信使的命令后,斯巴达人终于得到了决定性的证据。

§1.132.1καὶ φανερὸν μὲν εἶχον οὐδὲν οἱ Σπαρτιᾶται σημεῖον, οὔτε οἱ ἐχθροὶ οὔτε ἡ πᾶσα πόλις, ὅτῳ ἂν πιστεύσαντες βεβαίως ἐτιμωροῦντο ἄνδρα γένους τε τοῦ βασιλείου ὄντα καὶ ἐν τῷ παρόντι τιμὴν ἔχοντα (Πλείσταρχον γὰρ τὸν Λεωνίδου ὄντα βασιλέα καὶ νέον ἔτι ἀνεψιὸς ὢν ἐπετρόπευεν),
而斯巴达人,无论是他的政敌还是整个城邦,都没有任何明确的证据,能让他们确信地去惩罚一个出身王室且目前身居高位的人(因为他是利奥尼达斯之子、尚且年轻的国王普雷斯塔科斯的堂兄,并担任其监护人)。
§1.132.2ὑποψίας δὲ πολλὰς παρεῖχε τῇ τε παρανομίᾳ καὶ ζηλώσει τῶν βαρβάρων μὴ ἴσος βούλεσθαι εἶναι τοῖς παροῦσι, τά τε ἄλλα αὐτοῦ ἀνεσκόπουν, εἴ τί που ἐξεδεδιῄτητο τῶν καθεστώτων νομίμων, καὶ ὅτι ἐπὶ τὸν τρίποδά ποτε τὸν ἐν Δελφοῖς, ὃν ἀνέθεσαν οἱ Ἕλληνες ἀπὸ τῶν Μήδων ἀκροθίνιον, ἠξίωσεν ἐπιγράψασθαι αὐτὸς ἰδίᾳ τὸ ἐλεγεῖον τόδε· " Ἑλλήνων ἀρχηγὸς ἐπεὶ στρατὸν ὤλεσε Μήδων, Παυσανίας Φοίβῳ μνῆμ’ ἀνέθηκε τόδε. "
但他因不守法纪和模仿蛮族而引起了许多怀疑,表明他不愿与身边的人平等;他们还审查他的其他行为,看他是否在某些地方背离了既定的习俗,尤其是因为他曾擅自以个人名义,在德尔斐的那个由希腊人从美地亚人手中获得的战利品首献物——三脚鼎上,刻下了如下的哀歌双行诗: "希腊人的统帅在消灭了美地亚人的军队后,保萨尼亚斯将这一纪念物献给福玻斯。
§1.132.3τὸ μὲν οὖν ἐλεγεῖον οἱ Λακεδαιμόνιοι ἐξεκόλαψαν εὐθὺς τότε ἀπὸ τοῦ τρίποδος τοῦτο καὶ ἐπέγραψαν ὀνομαστὶ τὰς πόλεις ὅσαι ξυγκαθελοῦσαι τὸν βάρβαρον ἔστησαν τὸ ἀνάθημα· τοῦ μέντοι Παυσανίου ἀδίκημα καὶ τότ’ ἐδόκει εἶναι, καὶ ἐπεί γε δὴ ἐν τούτῳ καθειστήκει, πολλῷ μᾶλλον παρόμοιον πραχθῆναι ἐφαίνετο τῇ παρούσῃ διανοίᾳ.
"因此,拉刻代蒙人当时立即从三脚鼎上磨去了这首双行诗,并逐一刻上了那些共同打败蛮族并立起这件献纳物的城邦的名字;然而,这在当时就被认为是保萨尼亚斯的越权行为,而既然他现在陷入了如此境地,这举动就更显得与他现在的企图极为相似了。
§1.132.4ἐπυνθάνοντο δὲ καὶ ἐς τοὺς Εἵλωτας πράσσειν τι αὐτόν, καὶ ἦν δὲ οὕτως· ἐλευθέρωσίν τε γὰρ ὑπισχνεῖτο αὐτοῖς καὶ πολιτείαν, ἢν ξυνεπαναστῶσι καὶ τὸ πᾶν ξυγκατεργάσωνται.
他们还得知他正与黑劳士进行某种勾结,而事实也确实如此;因为他向他们许诺,如果他们共同起义并协力完成整个计划,就给予他们自由和公民权。
§1.132.5ἀλλ’ οὐδ’ ὣς οὐδὲ τῶν Εἱλώτων μηνυταῖς τισὶ πιστεύσαντες ἠξίωσαν νεώτερόν τι ποιεῖν ἐς αὐτόν, χρώμενοι τῷ τρόπῳ ᾧπερ εἰώθασιν ἐς σφᾶς αὐτούς, μὴ ταχεῖς εἶναι περὶ ἀνδρὸς Σπαρτιάτου ἄνευ ἀναμφισβητήτων τεκμηρίων βουλεῦσαί τι ἀνήκεστον, πρίν γε δὴ αὐτοῖς, ὡς λέγεται, ὁ μέλλων τὰς τελευταίας βασιλεῖ ἐπιστολὰς πρὸς Ἀρτάβαζον κομιεῖν, ἀνὴρ Ἀργίλιος, παιδικά ποτε ὢν αὐτοῦ καὶ πιστότατος ἐκείνῳ, μηνυτὴς γίγνεται, δείσας κατὰ ἐνθύμησίν τινα ὅτι οὐδείς πω τῶν πρὸ ἑαυτοῦ ἀγγέλων πάλιν ἀφίκετο, καὶ παρασημηνάμενος σφραγῖδα, ἵνα, ἢν ψευσθῇ τῆς δόξης ἢ καὶ ἐκεῖνός τι μεταγράψαι αἰτήσῃ, μὴ ἐπιγνῷ, λύει τὰς ἐπιστολάς, ἐν αἷς ὑπονοήσας τι τοιοῦτον προσεπεστάλθαι καὶ αὑτὸν ηὗρεν ἐγγεγραμμένον κτείνειν.
但即便如此,他们也并不相信黑劳士中的某些告发者,不愿对他采取任何非常手段,而是遵循他们对自己人一贯采用的习惯,即在没有无可争议的证据之前,绝不对一个斯巴达公民草率地做出不可挽回的决定。 直到最后,据传,那个准备将给国王的最后一批信件送往阿尔塔巴佐斯的阿基鲁斯人——他曾是保萨尼亚斯的宠臣,且对他最为忠诚——成为了告发者。 他由于某种疑虑,想到在他之前派出的信使没有一个能活着回来,便感到恐惧;他伪造了印章,以便在自己猜错或者对方要求修改信件时不会被发现,然后拆开了信件,正如他所怀疑的那样,信中确实附加了类似的指令,他发现其中也写着要将自己处死。

词汇与语法注释

  1. 1.132.1ὅτῳ ἂν πιστεύσαντες βεβαίως ἐτιμωροῦντο — 关系代名词 ὅτῳ(等同于 ᾧτινι,先行词为 οὐδὲν... σημεῖον)与 ἂν 及未完成过去直说法的动词 ἐτιμωροῦντο 连用,表示与过去事实相反的虚拟语气归结句:“如果(有这样的证据)信之,则原本可以确凿地惩罚他”。
  2. 1.132.2μὴ ἴσος βούλεσθαι εἶναι τοῖς παροῦσι — 词组 μὴ ἴσος εἶναι 意为“不平等/不居于等同地位”,而 τοῖς παροῦσι 指的是“现行的制度与环境”(尤其是斯巴达公民平等的体制)或“身边的人们”。这里揭示了保萨尼亚斯不愿屈居于传统的斯巴达平等公民之列,而企图追求独裁或超越常人的地位。
  3. 1.132.5πρίν γε δὴ αὐτοῖς, ὡς λέγεται, ὁ μέλλων... μηνυτὴς γίγνεται — 承接前文否定表达(οὐδ’ ὣς... οὐκ ἠξίωσ安)的 πρίν 引导的从句,构成“直到……之前他们都不愿……”的句式。主动词 γίγνεται 使用了历史现在时,生动地展现了局势发生戏剧性转变的紧要关头。
  4. 1.132.5παρασημηνάμενος σφραγῖδα — 动词 παρασημαίνω 的中动语态分词。此处表示他伪造或复制了信件的印章痕迹,以便在拆开信件后能够重新封好而不留被拆过的痕迹。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.132.1-1.132.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.132.1-1.132.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。