§1.128.1ἀντεκέλευον δὲ καὶ οἱ Ἀθηναῖοι τοὺς Λακεδαιμονίους τὸ ἀπὸ Ταινάρου ἄγος ἐλαύνειν·
アテナイ人もまた、ラケダイモン人に対してタイナロンからの不浄を追放するよう要求した。
οἱ γὰρ Λακεδαιμόνιοι ἀναστήσαντές ποτε ἐκ τοῦ ἱεροῦ τοῦ Ποσειδῶνος [ἀπὸ Ταινάρου] τῶν Εἱλώτων ἱκέτας ἀπαγαγόντες διέφθειραν, δι’ ὃ δὴ καὶ σφίσιν αὐτοῖς νομίζουσι τὸν μέγαν σεισμὸν γενέσθαι ἐν Σπάρτῃ.
というのも、ラケダイモン人はかつて、ポセイドンの神殿からヘイロテスの嘆願者たちを立ち退かせて連れ去り、殺害したからであり、それゆえにこそ彼らは、自分たち自身にスパルタの大地震が起こったと考えているのである。
§1.128.2ἐκέλευον δὲ καὶ τὸ τῆς Χαλκιοίκου ἄγος ἐλαύνειν αὐτούς·
彼らはまた、「青銅の館の女神」の不浄を追放することも要求した。
ἐγένετο δὲ τοιόνδε.
それは次のような経緯であった。
§1.128.3ἐπειδὴ Παυσανίας ὁ Λακεδαιμόνιος τὸ πρῶτον μεταπεμφθεὶς ὑπὸ Σπαρτιατῶν ἀπὸ τῆς ἀρχῆς τῆς ἐν Ἑλλησπόντῳ καὶ κριθεὶς ὑπ’ αὐτῶν ἀπελύθη μὴ ἀδικεῖν, δημοσίᾳ μὲν οὐκέτι ἐξεπέμφθη, ἰδίᾳ δὲ αὐτὸς τριήρη λαβὼν Ἑρμιονίδα ἄνευ Λακεδαιμονίων ἀφικνεῖται ἐς Ἑλλήσποντον, τῷ μὲν λόγῳ ἐπὶ τὸν Ἑλληνικὸν πόλεμον, τῷ δὲ ἔργῳ τὰ πρὸς βασιλέα πράγματα πράσσειν, ὥσπερ καὶ τὸ πρῶτον ἐπεχείρησεν, ἐφιέμενος τῆς Ἑλληνικῆς ἀρχῆς.
ラケダイモン人のパウサニアスが、スパルタ人によってヘレスポントスでの指揮権から最初に召喚され、彼らによる裁判で無罪として釈放されたとき、公的にはもはや派遣されなかったが、私的に自らヘルミオネの三段櫂船を調達し、ラケダイモン人に無断でヘレスポントスに赴いた。 名目上はギリシアの戦争のためであったが、実際には、以前にも企てたように、ギリシアの支配を望んで王との交渉を進めるためであった。
§1.128.4εὐεργεσίαν δὲ ἀπὸ τοῦδε πρῶτον ἐς βασιλέα κατέθετο καὶ τοῦ παντὸς πράγματος ἀρχὴν ἐποιήσατο·
そして彼は、王に対してまず次のような恩義を施し、計画全体の第一歩とした。
§1.128.5Βυζάντιον γὰρ ἑλὼν τῇ προτέρᾳ παρουσίᾳ μετὰ τὴν ἐκ Κύπρου ἀναχώρησιν (εἶχον δὲ Μῆδοι αὐτὸ καὶ βασιλέως προσήκοντές τινες καὶ ξυγγενεῖς οἳ ἑάλωσαν ἐν αὐτῷ) τότε τούτους οὓς ἔλαβεν ἀποπέμπει βασιλεῖ κρύφα τῶν ἄλλων ξυμμάχων, τῷ δὲ λόγῳ ἀπέδρασαν αὐτόν.
すなわち、彼が以前の遠征で(キプロスからの帰還後に)ビュザンティオンを攻略した際(そこはペルシア人が支配しており、そこで捕らえられた王の親族や血縁者がいたが)、当時自分が捕らえたこれらの人々を、他の同盟国には秘密にして王のもとへ送り返し、名目的には彼らが自分のもとから逃亡したこととしたのである。
§1.128.6ἔπρασσε δὲ ταῦτα μετὰ Γογγύλου τοῦ Ἐρετριῶς, ᾧπερ ἐπέτρεψε τό τε Βυζάντιον καὶ τοὺς αἰχμαλώτους.
彼はこのことをエレトリア人のゴンギュロスと共謀して行い、彼にビュザンティオンと捕虜たちの管理を委ねていた。
ἔπεμψε δὲ καὶ ἐπιστολὴν τὸν Γόγγυλον φέροντα αὐτῷ·
彼はまた、ゴンギュロスに王への書簡を持たせて送った。
ἐνεγέγραπτο δὲ τάδε ἐν αὐτῇ, ὡς ὕστερον ἀνηυρέθη·
その書簡には、後に発見されたように、次のように書かれていた。
§1.128.7‘Παυσανίας ὁ ἡγεμὼν τῆς Σπάρτης τούσδε τέ σοι χαρίζεσθαι βουλόμενος ἀποπέμπει δορὶ ἑλών,καὶ γνώμην ποιοῦμαι, εἰ καὶ σοὶ δοκεῖ, θυγατέρα τε τὴν σὴν γῆμαι καί σοι Σπάρτην τε καὶ τὴν ἄλλην Ἑλλάδα ὑποχείριον ποιῆσαι.
「スパルタの指揮官パウサニアスは、あなたに恩を売りたいと望んで、戦いで捕らえたこれらの人々を送り返します。 そして、もしあなたにもそのお考えがあれば、あなたの娘と結婚し、スパルタおよび他のギリシアをあなたに従属させるつもりです。
δυνατὸς δὲ δοκῶ εἶναι ταῦτα πρᾶξαι μετὰ σοῦ βουλευόμενος.
あなたと共同で計画を進めるなら、私はこれを成し遂げることができると考えています。
εἰ οὖν τί σε τούτων ἀρέσκει, πέμπε ἄνδρα πιστὸν ἐπὶ θάλασσαν δι’ οὗ τὸ λοιπὸν τοὺς λόγους ποιησόμεθα.
もしこれらの中にあなたのお気に召すものがあれば、沿岸部に信頼できる使者を派遣してください。 彼を通じて、私たちは今後交渉を進めることにしましょう。
’
」