Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.128.1-1.128.7

雅典的反向要求与保萨尼阿斯的密信

第 128 段,共 917 段 · 希腊语

内容简介

雅典反过来要求斯巴达驱逐泰纳隆和青铜之馆的诅咒,由此引出斯巴达将军保萨尼阿斯当年企图通过将希腊献给波斯国王以迎娶其女儿的密信内容。

§1.128.1ἀντεκέλευον δὲ καὶ οἱ Ἀθηναῖοι τοὺς Λακεδαιμονίους τὸ ἀπὸ Ταινάρου ἄγος ἐλαύνειν·
雅典人也反过来要求拉栖代梦人驱逐泰纳隆的诅咒。
οἱ γὰρ Λακεδαιμόνιοι ἀναστήσαντές ποτε ἐκ τοῦ ἱεροῦ τοῦ Ποσειδῶνος [ἀπὸ Ταινάρου] τῶν Εἱλώτων ἱκέτας ἀπαγαγόντες διέφθειραν, δι’ ὃ δὴ καὶ σφίσιν αὐτοῖς νομίζουσι τὸν μέγαν σεισμὸν γενέσθαι ἐν Σπάρτῃ.
因为拉栖代梦人曾将赫罗特(黑劳士)的求庇护者们从波塞冬神庙中强行拉走并予以杀害,他们自己也认为,正因如此,斯巴达才发生了那场大地震。
§1.128.2ἐκέλευον δὲ καὶ τὸ τῆς Χαλκιοίκου ἄγος ἐλαύνειν αὐτούς·
他们还要求他们驱逐“青铜之馆”女神的诅咒。
ἐγένετο δὲ τοιόνδε.
这一事件的起因如下。
§1.128.3ἐπειδὴ Παυσανίας ὁ Λακεδαιμόνιος τὸ πρῶτον μεταπεμφθεὶς ὑπὸ Σπαρτιατῶν ἀπὸ τῆς ἀρχῆς τῆς ἐν Ἑλλησπόντῳ καὶ κριθεὶς ὑπ’ αὐτῶν ἀπελύθη μὴ ἀδικεῖν, δημοσίᾳ μὲν οὐκέτι ἐξεπέμφθη, ἰδίᾳ δὲ αὐτὸς τριήρη λαβὼν Ἑρμιονίδα ἄνευ Λακεδαιμονίων ἀφικνεῖται ἐς Ἑλλήσποντον, τῷ μὲν λόγῳ ἐπὶ τὸν Ἑλληνικὸν πόλεμον, τῷ δὲ ἔργῳ τὰ πρὸς βασιλέα πράγματα πράσσειν, ὥσπερ καὶ τὸ πρῶτον ἐπεχείρησεν, ἐφιέμενος τῆς Ἑλληνικῆς ἀρχῆς.
当拉栖代梦人保萨尼阿斯首次被斯巴达人从赫勒斯滂的指挥职位召回,并在接受审判后被宣告无罪释放时,他没有再被公开派往海外。 但他私自取得了一艘赫尔米奥内的三列桨战船,在未经拉栖代梦人同意的情况下,来到了赫勒斯滂。 口头上他是为了希腊的战争,但实际上是为了暗中与波斯国王勾结,正如他最初所尝试的那样,企图确立对希腊的统治。
§1.128.4εὐεργεσίαν δὲ ἀπὸ τοῦδε πρῶτον ἐς βασιλέα κατέθετο καὶ τοῦ παντὸς πράγματος ἀρχὴν ἐποιήσατο·
他首先通过以下事件向国王立下了恩惠,并以此作为整个计划的开端。
§1.128.5Βυζάντιον γὰρ ἑλὼν τῇ προτέρᾳ παρουσίᾳ μετὰ τὴν ἐκ Κύπρου ἀναχώρησιν (εἶχον δὲ Μῆδοι αὐτὸ καὶ βασιλέως προσήκοντές τινες καὶ ξυγγενεῖς οἳ ἑάλωσαν ἐν αὐτῷ) τότε τούτους οὓς ἔλαβεν ἀποπέμπει βασιλεῖ κρύφα τῶν ἄλλων ξυμμάχων, τῷ δὲ λόγῳ ἀπέδρασαν αὐτόν.
在他之前从塞浦路斯撤退、并在该地停留期间攻占拜占庭时(当时该地由米底人控制,国王的一些亲属和宗室在其中被俘),他在此刻将这些俘获的人秘密送回给国王,避开了其他同盟者,而口头上则声称他们是从自己这里逃跑的。
§1.128.6ἔπρασσε δὲ ταῦτα μετὰ Γογγύλου τοῦ Ἐρετριῶς, ᾧπερ ἐπέτρεψε τό τε Βυζάντιον καὶ τοὺς αἰχμαλώτους. ἔπεμψε δὲ καὶ ἐπιστολὴν τὸν Γόγγυλον φέροντα αὐτῷ·
他与厄立特里亚人贡吉罗斯共同谋划了这件事,并将拜占庭和俘虏都委托给后者管理。
ἐνεγέγραπτο δὲ τάδε ἐν αὐτῇ, ὡς ὕστερον ἀνηυρέθη·
他还派贡吉罗斯为他带去一封信,信中写有如下内容,这是后来才被发现的: “斯巴达的统帅保萨尼阿斯,为了向您示好,将这些在战场上俘获的人送还给您。
§1.128.7‘Παυσανίας ὁ ἡγεμὼν τῆς Σπάρτης τούσδε τέ σοι χαρίζεσθαι βουλόμενος ἀποπέμπει δορὶ ἑλών,καὶ γνώμην ποιοῦμαι, εἰ καὶ σοὶ δοκεῖ, θυγατέρα τε τὴν σὴν γῆμαι καί σοι Σπάρτην τε καὶ τὴν ἄλλην Ἑλλάδα ὑποχείριον ποιῆσαι.
我提议,如果您也同意,我将娶您的女儿为妻,并使斯巴达和希腊的其他地方都臣服于您。
δυνατὸς δὲ δοκῶ εἶναι ταῦτα πρᾶξαι μετὰ σοῦ βουλευόμενος.
我相信,如果与您共同商议,我有能力做到这些。
εἰ οὖν τί σε τούτων ἀρέσκει, πέμπε ἄνδρα πιστὸν ἐπὶ θάλασσαν δι’ οὗ τὸ λοιπὸν τοὺς λόγους ποιησόμεθα. ’
因此,如果这些提议有任何一点符合您的心意,请派一个值得信赖的人到海边,今后我们将通过他来进行交涉。 ”

词汇与语法注释

  1. 1.128.1τῶν Εἱλώτων ἱκέτας — 属格 τῶν Εἱλώτων 修饰 ἱκέτας,用作身份或所属属格,指明在神庙中寻求庇护者的身份是赫罗特人。
  2. 1.128.3ἀπελύθη μὴ ἀδικεῖν — 在表示无罪释放的动词 ἀπελύθη 之后,不定式 ἀδικεῖν 带有否定小辞 μή。这符合希腊语语法中,在含有否定或免除概念的动词后,习惯接带冗余否定的小辞的用法。
  3. 1.128.4εὐεργεσίαν ... κατέθετο — 此处的中间语态 κατέθετο(源于 κατατίθημι)带有特殊的含义,指为了日后能获得回报而预先向某人“寄存”或“施予”恩惠。
  4. 1.128.7γνώμην ποιοῦμαι — 意为“我提议/决意”。后面所接的不定式 γῆμαι(娶妻)和 ποιῆσαι(使臣服)作为宾语补足语,具体说明了该提议的内容。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.128.1-1.128.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.128.1-1.128.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。