§1.126.1ἐν τούτῳ δὲ ἐπρεσβεύοντο τῷ χρόνῳ πρὸς τοὺς Ἀθηναίους ἐγκλήματα ποιούμενοι, ὅπως σφίσιν ὅτι μεγίστη πρόφασις εἴη τοῦ πολεμεῖν, ἢν μή τι ἐσακούωσιν.
この間に、スパルタ人はアテナイ人に対して使節を送り、もし何も聞き入れられない場合には、自分たちにとって戦争を始めるための大義名分ができるだけ大きくなるようにと、いくつかの要求(不満)を申し立てていた。
§1.126.2καὶ πρῶτον μὲν πρέσβεις πέμψαντες οἱ Λακεδαιμόνιοι ἐκέλευον τοὺς Ἀθηναίους τὸ ἄγος ἐλαύνειν τῆς θεοῦ·
そしてまず、ラケダイモン人は使節を派遣して、アテナイ人に「女神の汚れを追放せよ」と要求した。
τὸ δὲ ἄγος ἦν τοιόνδε.
その汚れとは次のようなものである。
§1.126.3Κύλων ἦν Ἀθηναῖος ἀνὴρ Ὀλυμπιονίκης τῶν πάλαι εὐγενής τε καὶ δυνατός, ἐγεγαμήκει δὲ θυγατέρα Θεαγένους Μεγαρέως ἀνδρός, ὃς κατ’ ἐκεῖνον τὸν χρόνον ἐτυράννει Μεγάρων.
かつてアテナイ人にキロンという男がいた。 彼はオリンピア競技の勝者であり、家柄もよく有力な人物であった。 彼は、当時メガラを僭主として支配していたメガラの男テアゲネスの娘と結婚していた。
§1.126.4χρωμένῳ δὲ τῷ Κύλωνι ἐν Δελφοῖς ἀνεῖλεν ὁ θεὸς ἐν τοῦ Διὸς τῇ μεγίστῃ ἑορτῇ καταλαβεῖν τὴν Ἀθηναίων ἀκρόπολιν.
キロンがデルポイで神託を求めたとき、神は彼に「ゼウスの最大の祭りの日に、アテナイのアクロポリスを占拠せよ」との神託を下した。
§1.126.5ὁ δὲ παρά τε τοῦ Θεαγένους δύναμιν λαβὼν καὶ τοὺς φίλους ἀναπείσας, ἐπειδὴ ἐπῆλθεν Ὀλύμπια τὰ ἐν Πελοποννήσῳ, κατέλαβε τὴν ἀκρόπολιν ὡς ἐπὶ τυραννίδι, νομίσας ἑορτήν τε τοῦ Διὸς μεγίστην εἶναι καὶ ἑαυτῷ τι προσήκειν Ὀλύμπια νενικηκότι.
そこで彼はテアゲネスから兵力を得て、また友人たちを説得し、ペロポネソスでのオリンピア祭が到来したときに、僭主の地位を得るためにアクロポリスを占拠した。 彼は、それ(オリンピア祭)がゼウスの最大の祭りであり、またオリンピアの勝者である自分にも何らかの関わりのあるものと考えたからである。
§1.126.6εἰ δὲ ἐν τῇ Ἀττικῇ ἢ ἄλλοθί που ἡ μεγίστη ἑορτὴ εἴρητο, οὔτε ἐκεῖνος ἔτι κατενόησε τό τε μαντεῖον οὐκ ἐδήλου (ἔστι γὰρ καὶ Ἀθηναίοις Διάσια ἃ καλεῖται Διὸς ἑορτὴ Μειλιχίου μεγίστη ἔξω τῆς πόλεως, ἐν ᾗ πανδημεὶ θύουσι πολλὰ οὐχ ἱερεῖα, ἀλλ’ 〈ἁγνὰ〉 θύματα ἐπιχώρια), δοκῶν δὲ ὀρθῶς γιγνώσκειν ἐπεχείρησε τῷ ἔργῳ.
しかし、その最大の祭りがアッティカにおけるものを指していたのか、あるいは他の場所のことであったのかについて、彼は深く考えず、神託もそれを明示しなかった(というのも、アテナイ人にも、城壁の外で催される『ディアシア』と呼ばれるマイルドなゼウスの最大の祭りがあり、そこでは全市民が動物のいけにえではなく、多くの地方特有の清い供物を捧げるからである)。 彼は自分が正しく理解していると考え、その企てに着手したのである。
§1.126.7οἱ δὲ Ἀθηναῖοι αἰσθόμενοι ἐβοήθησάν τε πανδημεὶ ἐκ τῶν ἀγρῶν ἐπ’ αὐτοὺς καὶ προσκαθεζόμενοι ἐπολιόρκουν.
アテナイ人たちはこれに気づくと、全市民を挙げて農地から彼らに向けて出動し、包囲して攻め立てた。
§1.126.8χρόνου δὲ ἐγγιγνομένου οἱ Ἀθηναῖοι τρυχόμενοι τῇ προσεδρίᾳ ἀπῆλθον οἱ πολλοί, ἐπιτρέψαντες τοῖς ἐννέα ἄρχουσι τήν τε φυλακὴν καὶ τὸ πᾶν αὐτοκράτορσι διαθεῖναι ᾗ ἂν ἄριστα διαγιγνώσκωσιν·
しかし、時が経つにつれて、アテナイ人たちは包囲を続けることに疲れ果て、多くの者が立ち去った。 その際、警備と、事態の全体を自分たちが最善と判断する方法で処理する全権を9人のアルコン(執政官)に委ねた。
τότε δὲ τὰ πολλὰ τῶν πολιτικῶν οἱ ἐννέα ἄρχοντες ἔπρασσον.
当時は、国政の大部分を9人のアルコンが執行していたからである。
§1.126.9οἱ δὲ μετὰ τοῦ Κύλωνος πολιορκούμενοι φλαύρως εἶχον σίτου τε καὶ ὕδατος ἀπορίᾳ.
一方、キロンとともに包囲されていた者たちは、食糧と水の不足により窮乏していた。
§1.126.10ὁ μὲν οὖν Κύλων καὶ ὁ ἀδελφὸς αὐτοῦ ἐκδιδράσκουσιν· οἱ δ’ ἄλλοι ὡς ἐπιέζοντο καί τινες καὶ ἀπέθνῃσκον ὑπὸ τοῦ λιμοῦ, καθίζουσιν ἐπὶ τὸν βωμὸν ἱκέται τὸν ἐν τῇ ἀκροπόλει.
そこでキロンと彼の兄弟は脱出したが、残された者たちは困窮を極め、飢えによって死ぬ者も出たため、アクロポリスにある祭壇に嘆願者として座し、保護を求めた。
§1.126.11ἀναστήσαντες δὲ αὐτοὺς οἱ τῶν Ἀθηναίων ἐπιτετραμμένοι τὴν φυλακήν, ὡς ἑώρων ἀποθνῄσκοντας ἐν τῷ ἱερῷ, ἐφ’ ᾧ μηδὲν κακὸν ποιήσουσιν, ἀπαγαγόντες ἀπέκτειναν·
アテナイ人の警備を委ねられていた者たちは、彼らが聖域の中で死にかかっているのを見て、危害を加えないという条件で彼らを祭壇から立ち上がらせ、連れ出して殺害した。
καθεζομένους δέ τινας καὶ ἐπὶ τῶν σεμνῶν θεῶν τοῖς βωμοῖς ἐν τῇ παρόδῳ ἀπεχρήσαντο.
さらに、途中で「恐るべき女神たち」の祭壇に座り込んだ者たちをも虐殺した。
καὶ ἀπὸ τούτου ἐναγεῖς καὶ ἀλιτήριοι τῆς θεοῦ ἐκεῖνοί τε ἐκαλοῦντο καὶ τὸ γένος τὸ ἀπ᾽ ἐκείνων.
このことから、彼ら自身も、またその子孫の一族も、女神に対する不浄の者、罪人と呼ばれるようになった。
§1.126.12ἤλασαν μὲν οὖν καὶ οἱ Ἀθηναῖοι τοὺς ἐναγεῖς τούτους, ἤλασε δὲ καὶ Κλεομένης ὁ Λακεδαιμόνιος ὕστερον μετὰ Ἀθηναίων στασιαζόντων, τούς τε ζῶντας ἐλαύνοντες καὶ τῶν τεθνεώτων τὰ ὀστᾶ ἀνελόντες ἐξέβαλον·
そのため、アテナイ人自身もこの不浄の者たちを追放したが、のちにラケダイモン人のクレオメネスも、アテナイの内紛派閥とともに彼らを追放した。 その際、生きている者を追放しただけでなく、死者の骨を掘り起こして国外へ投げ捨てた。
κατῆλθον μέντοι ὕστερον, καὶ τὸ γένος αὐτῶν ἔστιν ἔτι ἐν τῇ πόλει.
しかし、彼らはのちに帰還し、その一族は今なお市内に存在している。