§1.126.1ἐν τούτῳ δὲ ἐπρεσβεύοντο τῷ χρόνῳ πρὸς τοὺς Ἀθηναίους ἐγκλήματα ποιούμενοι, ὅπως σφίσιν ὅτι μεγίστη πρόφασις εἴη τοῦ πολεμεῖν, ἢν μή τι ἐσακούωσιν.
在此期间,斯巴达人向雅典人派出了使节,提出各种要求,以便在雅典人不予理会时,他们能有尽可能充分的开战借口。
§1.126.2καὶ πρῶτον μὲν πρέσβεις πέμψαντες οἱ Λακεδαιμόνιοι ἐκέλευον τοὺς Ἀθηναίους τὸ ἄγος ἐλαύνειν τῆς θεοῦ· τὸ δὲ ἄγος ἦν τοιόνδε.
首先,拉栖代梦人派遣使者,要求雅典人驱逐“女神的诅咒”;该诅咒的起因如下。
§1.126.3Κύλων ἦν Ἀθηναῖος ἀνὴρ Ὀλυμπιονίκης τῶν πάλαι εὐγενής τε καὶ δυνατός, ἐγεγαμήκει δὲ θυγατέρα Θεαγένους Μεγαρέως ἀνδρός, ὃς κατ’ ἐκεῖνον τὸν χρόνον ἐτυράννει Μεγάρων.
从前雅典有一个人名叫基伦,曾是奥林匹亚竞技的获胜者,出身高贵且极有权势。 他娶了梅加拉人塞阿格尼斯的女儿为妻,塞阿格尼斯当时是梅加拉的僭主。
§1.126.4χρωμένῳ δὲ τῷ Κύλωνι ἐν Δελφοῖς ἀνεῖλεν ὁ θεὸς ἐν τοῦ Διὸς τῇ μεγίστῃ ἑορτῇ καταλαβεῖν τὴν Ἀθηναίων ἀκρόπολιν.
当基伦在德尔斐求问神谕时,阿波罗神指示他应当在“宙斯最大的节日”占领雅典的卫城。
§1.126.5ὁ δὲ παρά τε τοῦ Θεαγένους δύναμιν λαβὼν καὶ τοὺς φίλους ἀναπείσας, ἐπειδὴ ἐπῆλθεν Ὀλύμπια τὰ ἐν Πελοποννήσῳ, κατέλαβε τὴν ἀκρόπολιν ὡς ἐπὶ τυραννίδι, νομίσας ἑορτήν τε τοῦ Διὸς μεγίστην εἶναι καὶ ἑαυτῷ τι προσήκειν Ὀλύμπια νενικηκότι.
于是,基伦从塞阿格尼斯那里获得了一支军队,并说服了自己的朋友。 当伯罗奔尼撒的奥林匹亚竞技到来时,他占领了卫城以求建立僭主统治。 他认为这就是宙斯最大的节日,并且对他这个奥林匹亚获胜者而言也颇为合适。
§1.126.6εἰ δὲ ἐν τῇ Ἀττικῇ ἢ ἄλλοθί που ἡ μεγίστη ἑορτὴ εἴρητο, οὔτε ἐκεῖνος ἔτι κατενόησε τό τε μαντεῖον οὐκ ἐδήλου (ἔστι γὰρ καὶ Ἀθηναίοις Διάσια ἃ καλεῖται Διὸς ἑορτὴ Μειλιχίου μεγίστη ἔξω τῆς πόλεως, ἐν ᾗ πανδημεὶ θύουσι πολλὰ οὐχ ἱερεῖα, ἀλλ’ 〈ἁγνὰ〉 θύματα ἐπιχώρια), δοκῶν δὲ ὀρθῶς γιγνώσκειν ἐπεχείρησε τῷ ἔργῳ.
然而,神谕所指的“最大节日”是在阿提卡还是在其他地方,他未曾深思,神谕也未予点明(因为雅典人也有在城外举行的、被称为‘仁慈宙斯’之最大节日的‘迪亚西亚’节,届时全城居民会献上许多非牲畜的、当地特有的纯洁祭品)。 他自以为理解无误,便开始付诸行动。
§1.126.7οἱ δὲ Ἀθηναῖοι αἰσθόμενοι ἐβοήθησάν τε πανδημεὶ ἐκ τῶν ἀγρῶν ἐπ’ αὐτοὺς καὶ προσκαθεζόμενοι ἐπολιόρκουν.
雅典人察觉此事后,全城动员,从乡间赶来对抗他们,并驻扎在卫城下进行围攻。
§1.126.8χρόνου δὲ ἐγγιγνομένου οἱ Ἀθηναῖοι τρυχόμενοι τῇ προσεδρίᾳ ἀπῆλθον οἱ πολλοί, ἐπιτρέψαντες τοῖς ἐννέα ἄρχουσι τήν τε φυλακὴν καὶ τὸ πᾶν αὐτοκράτορσι διαθεῖναι ᾗ ἂν ἄριστα διαγιγνώσκωσιν·
随着时间的流逝,雅典人因长期围攻而疲惫不堪,大多数人便离去了,将守卫工作以及处理一切事务的全权交给了九位执政官,由他们以认为最妥善的方式进行裁决。
τότε δὲ τὰ πολλὰ τῶν πολιτικῶν οἱ ἐννέα ἄρχοντες ἔπρασσον.
因为在那个时候,雅典的大部分政务都由这九位执政官掌管。
§1.126.9οἱ δὲ μετὰ τοῦ Κύλωνος πολιορκούμενοι φλαύρως εἶχον σίτου τε καὶ ὕδατος ἀπορίᾳ.
与基伦一同被围困的人因缺乏食物和水而陷入了极其悲惨的境地。
§1.126.10ὁ μὲν οὖν Κύλων καὶ ὁ ἀδελφὸς αὐτοῦ ἐκδιδράσκουσιν· οἱ δ’ ἄλλοι ὡς ἐπιέζοντο καί τινες καὶ ἀπέθνῃσκον ὑπὸ τοῦ λιμοῦ, καθίζουσιν ἐπὶ τὸν βωμὸν ἱκέται τὸν ἐν τῇ ἀκροπόλει.
基伦和他的兄弟逃脱了;其余的人在忍受饥饿的折磨、甚至有人因饥饿而死的情况下,作为求庇护者坐到了卫城的祭坛前。
§1.126.11ἀναστήσαντες δὲ αὐτοὺς οἱ τῶν Ἀθηναίων ἐπιτετραμμένοι τὴν φυλακήν, ὡς ἑώρων ἀποθνῄσκοντας ἐν τῷ ἱερῷ, ἐφ’ ᾧ μηδὲν κακὸν ποιήσουσιν, ἀπαγαγόντες ἀπέκτειναν· καθεζομένους δέ τινας καὶ ἐπὶ τῶν σεμνῶν θεῶν τοῖς βωμοῖς ἐν τῇ παρόδῳ ἀπεχρήσαντο.
负责守卫的雅典人在看到他们快要死在圣所中时,以“不加伤害”为条件让他们离开祭坛,随后却将他们带走并处死;他们甚至在路过时,将一些坐在“敬畏女神”祭坛前的求庇护者也一并杀害。
καὶ ἀπὸ τούτου ἐναγεῖς καὶ ἀλιτήριοι τῆς θεοῦ ἐκεῖνοί τε ἐκαλοῦντο καὶ τὸ γένος τὸ ἀπ᾽ ἐκείνων.
因此,那些人和他们的后代,便被称为对女神不敬的“受诅咒者”和“罪人”。
§1.126.12ἤλασαν μὲν οὖν καὶ οἱ Ἀθηναῖοι τοὺς ἐναγεῖς τούτους, ἤλασε δὲ καὶ Κλεομένης ὁ Λακεδαιμόνιος ὕστερον μετὰ Ἀθηναίων στασιαζόντων, τούς τε ζῶντας ἐλαύνοντες καὶ τῶν τεθνεώτων τὰ ὀστᾶ ἀνελόντες ἐξέβαλον·
虽然雅典人自己曾驱逐了这些受诅咒的人,但后来拉栖代梦人克利奥米尼与雅典的内讧派别也曾再次驱逐他们,不仅将活人放逐,甚至将死者的骸骨掘出并抛至境外。
κατῆλθον μέντοι ὕστερον, καὶ τὸ γένος αὐτῶν ἔστιν ἔτι ἐν τῇ πόλει.
不过,他们后来重返家园,其后代至今仍留在城内。