§1.112.1ὕστερον δὲ διαλιπόντων ἐτῶν τριῶν σπονδαὶ γίγνονται Πελοποννησίοις καὶ Ἀθηναίοις πεντέτεις.
その後、3年の歳月が流れたのち、ペロポネソス人とアテナイ人の間で5年間の休戦条約が結ばれた。
§1.112.2καὶ Ἑλληνικοῦ μὲν πολέμου ἔσχον οἱ Ἀθηναῖοι, ἐς δὲ Κύπρον ἐστρατεύοντο ναυσὶ διακοσίαις αὑτῶν τε καὶ τῶν ξυμμάχων Κίμωνος στρατηγοῦντος.
アテナイ人はギリシア人同士の戦争を控え、キモンの指揮のもと、自身と同盟者の船200隻でキプロスへ遠征した。
§1.112.3καὶ ἑξήκοντα μὲν νῆες ἐς Αἴγυπτον ἀπ’ αὐτῶν ἔπλευσαν, Ἀμυρταίου μεταπέμποντος τοῦ ἐν τοῖς ἕλεσι βασιλέως, αἱ δὲ ἄλλαι Κίτιον ἐπολιόρκουν.
そのうち60隻は、沼沢地の王アミュルタイオスの招きに応じてエジプトへ航行し、残りの船はキティオンを包囲した。
§1.112.4Κίμωνος δὲ ἀποθανόντος καὶ λιμοῦ γενομένου ἀπεχώρησαν ἀπὸ Κιτίου, καὶ πλεύσαντες ὑπὲρ Σαλαμῖνος τῆς ἐν Κύπρῳ Φοίνιξι καὶ Κυπρίοις καὶ Κίλιξιν ἐναυμάχησαν καὶ ἐπεζομάχησαν ἅμα, καὶ νικήσαντες ἀμφότερα ἀπεχώρησαν ἐπ’ οἴκου καὶ αἱ ἐξ Αἰγύπτου νῆες πάλιν [αἱ] ἐλθοῦσαι μετ’ αὐτῶν.
キモンが死去し、飢饉が発生したため、アテナイ人はキティオンから退却した。 そしてキプロスのサラミスの沖合を航行し、フェニキア人、キプロス人、キリキア人と海戦および陸戦を同時に戦い、その両方に勝利を収めたのち、彼らは故郷へと退却し、エジプトから戻ってきた船もこれに合流した。
§1.112.5Λακεδαιμόνιοι δὲ μετὰ ταῦτα τὸν ἱερὸν καλούμενον πόλεμον ἐστράτευσαν, καὶ κρατήσαντες τοῦ ἐν Δελφοῖς ἱεροῦ παρέδοσαν Δελφοῖς·
ラケダイモン人はこの後、いわゆる神聖戦争を起こし、デルポイの神殿を制圧してデルポイ人に引き渡した。
καὶ αὖθις ὕστερον Ἀθηναῖοι ἀποχωρησάντων αὐτῶν στρατεύσαντες καὶ κρατήσαντες παρέδοσαν Φωκεῦσιν.
しかしその後再び、彼らが退去したのちにアテナイ人が遠征して神殿を制圧し、これをフォキス人に引き渡した。