§1.109.1οἱ δ’ ἐν τῇ Αἰγύπτῳ Ἀθηναῖοι καὶ οἱ ξύμμαχοι ἐπέμενον, καὶ αὐτοῖς πολλαὶ ἰδέαι πολέμων κατέστησαν.
エジプトにおけるアテナイ人とその同盟軍はそこに留まり続け、彼らにはさまざまな形態の戦争が立ち現れた。
§1.109.2τὸ μὲν γὰρ πρῶτον ἐκράτουν τῆς Αἰγύπτου οἱ Ἀθηναῖοι, καὶ βασιλεὺς πέμπει ἐς Λακεδαίμονα Μεγάβαζον ἄνδρα Πέρσην χρήματα ἔχοντα, ὅπως ἐς τὴν Ἀττικὴν ἐσβαλεῖν πεισθέντων τῶν Πελοποννησίων ἀπ’ Αἰγύπτου ἀπαγάγοι Ἀθηναίους.
最初はアテナイ人がエジプトを支配していたが、ペルシア王は、ペロポネソス人たちを説得してアッティカに侵攻させることでアテナイ人をエジプトから撤退させようと考え、資金を持たせたペルシア人のメガバゾスをラケダイモンへと派遣した。
§1.109.3ὡς δὲ αὐτῷ οὐ προυχώρει καὶ τὰ χρήματα ἄλλως ἀνηλοῦτο, ὁ μὲν Μεγάβαζος καὶ τὰ λοιπὰ τῶν χρημάτων πάλιν ἐς τὴν Ἀσίαν ἀνεκομίσθη, Μεγάβυζον δὲ τὸν Ζωπύρου πέμπει ἄνδρα Πέρσην μετὰ στρατιᾶς πολλῆς·
しかし、交渉は彼にとって進展せず、資金が無駄に消費されるばかりであったため、メガバゾスは残りの資金とともに再びアジアへと戻り、王はゾピュロスの子メガビュゾスというペルシア人を大軍とともに派遣した。
§1.109.4ὃς ἀφικόμενος κατὰ γῆν τούς τε Αἰγυπτίους καὶ τοὺς ξυμμάχους μάχῃ ἐκράτησε καὶ ἐκ τῆς Μέμφιδος ἐξήλασε τοὺς Ἕλληνας καὶ τέλος ἐς Προσωπίτιδα τὴν νῆσον κατέκλῃσε καὶ ἐπολιόρκει ἐν αὐτῇ ἐνιαυτὸν καὶ ἓξ μῆνας, μέχρι οὗ ξηράνας τὴν διώρυχα καὶ παρατρέψας ἄλλῃ τὸ ὕδωρ τάς τε ναῦς ἐπὶ τοῦ ξηροῦ ἐποίησε καὶ τῆς νήσου τὰ πολλὰ ἤπειρον, καὶ διαβὰς εἷλε τὴν νῆσον πεζῇ.
彼は陸路で到着すると、エジプト人とその同盟軍を戦闘で破り、メンフィスからギリシア人を追い払い、最終的に彼らをプロソピティス島に閉じ込めて、その地で1年6ヶ月にわたり包囲した。 そしてついに、運河を干上がらせて水を別の場所へと迂回させることで、船を陸の上にさらして島の大部分を陸地とし、自ら歩いて渡ることで、その島を歩兵によって占領した。