§1.108.1γενομένης δὲ μάχης ἐν Τανάγρᾳ τῆς Βοιωτίας ἐνίκων Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι, καὶ φόνος ἐγένετο ἀμφοτέρων πολύς.
ボイオティアのタナグラで戦闘が起こり、ラケダイモン人とその同盟軍が勝利を収めたが、双方に多くの死者が出た。
§1.108.2καὶ Λακεδαιμόνιοι μὲν ἐς τὴν Μεγαρίδα ἐλθόντες καὶ δενδροτομήσαντες πάλιν ἀπῆλθον ἐπ᾽ οἴκου διὰ Γερανείας καὶ Ἰσθμοῦ·
そしてラケダイモン人はメガリス地方に入って樹木を伐採したのち、ゲラネイア山と地峡を通って再び本国へと退却した。
Ἀθηναῖοι δὲ δευτέρᾳ καὶ ἑξηκοστῇ ἡμέρᾳ μετὰ τὴν μάχην ἐστράτευσαν ἐς Βοιωτοὺς Μυρωνίδου στρατηγοῦντος, §1.108.3καὶ μάχῃ ἐν Οἰνοφύτοις τοὺς Βοιωτοὺς νικήσαντες τῆς τε χώρας ἐκράτησαν τῆς Βοιωτίας καὶ Φωκίδος καὶ Ταναγραίων τὸ τεῖχος περιεῖλον καὶ Λοκρῶν τῶν Ὀπουντίων ἑκατὸν ἄνδρας ὁμήρους τοὺς πλουσιωτάτους ἔλαβον, τά τε τείχη ἑαυτῶν τὰ μακρὰ ἀπετέλεσαν.
他方、アテナイ人はその戦闘から六十二日目に、ミロニデスの指揮のもとでボイオティア人に対して遠征を行い、オイノフュタにおける戦闘でボイオティア人を破って、ボイオティアとフォキスの全土を支配下に置き、タナグラ人の城壁を取り壊し、オプンティア・ロクリス人の最も富裕な者たち百名を人質として捕らえ、さらに自らの長城を完成させた。
§1.108.4ὡμολόγησαν δὲ καὶ οἱ Αἰγινῆται μετὰ ταῦτα τοῖς Ἀθηναίοις, τείχη τε περιελόντες καὶ ναῦς παραδόντες φόρον τε ταξάμενοι ἐς τὸν ἔπειτα χρόνον.
この後、アイギナ人もまたアテナイ人に降伏し、城壁を取り壊し、艦船を引き渡し、将来にわたって貢納金を支払うことを約した。
§1.108.5καὶ Πελοπόννησον περιέπλευσαν Ἀθηναῖοι Τολμίδου τοῦ Τολμαίου στρατηγοῦντος, καὶ τὸ νεώριον τῶν Λακεδαιμονίων ἐνέπρησαν καὶ Χαλκίδα Κορινθίων πόλιν εἷλον καὶ Σικυωνίους ἐν ἀποβάσει τῆς γῆς μάχῃ ἐκράτησαν.
また、アテナイ人はトルマイオスの子トルミデスの指揮のもとでペロポネソス半島を周航し、ラケダイモン人の軍港を焼き払い、コリントス人の都市ハルキスを占領し、その地に上陸してシキュオン人を戦闘で破った。