§1.109.1οἱ δ’ ἐν τῇ Αἰγύπτῳ Ἀθηναῖοι καὶ οἱ ξύμμαχοι ἐπέμενον, καὶ αὐτοῖς πολλαὶ ἰδέαι πολέμων κατέστησαν.
在埃及的雅典人及其盟友继续坚守,而他们面临了各种形式的战争。
§1.109.2τὸ μὲν γὰρ πρῶτον ἐκράτουν τῆς Αἰγύπτου οἱ Ἀθηναῖοι, καὶ βασιλεὺς πέμπει ἐς Λακεδαίμονα Μεγάβαζον ἄνδρα Πέρσην χρήματα ἔχοντα, ὅπως ἐς τὴν Ἀττικὴν ἐσβαλεῖν πεισθέντων τῶν Πελοποννησίων ἀπ’ Αἰγύπτου ἀπαγάγοι Ἀθηναίους.
因为起初雅典人控制着埃及,于是波斯国王派波斯人梅加巴佐斯携带资金前往拉刻代蒙,企图说服佩洛蓬尼苏斯人入侵阿提卡,以此将雅典人从埃及引开。
§1.109.3ὡς δὲ αὐτῷ οὐ προυχώρει καὶ τὰ χρήματα ἄλλως ἀνηλοῦτο, ὁ μὲν Μεγάβαζος καὶ τὰ λοιπὰ τῶν χρημάτων πάλιν ἐς τὴν Ἀσίαν ἀνεκομίσθη, Μεγάβυζον δὲ τὸν Ζωπύρου πέμπει ἄνδρα Πέρσην μετὰ στρατιᾶς πολλῆς· §1.109.4ὃς ἀφικόμενος κατὰ γῆν τούς τε Αἰγυπτίους καὶ τοὺς ξυμμάχους μάχῃ ἐκράτησε καὶ ἐκ τῆς Μέμφιδος ἐξήλασε τοὺς Ἕλληνας καὶ τέλος ἐς Προσωπίτιδα τὴν νῆσον κατέκλῃσε καὶ ἐπολιόρκει ἐν αὐτῇ ἐνιαυτὸν καὶ ἓξ μῆνας, μέχρι οὗ ξηράνας τὴν διώρυχα καὶ παρατρέψας ἄλλῃ τὸ ὕδωρ τάς τε ναῦς ἐπὶ τοῦ ξηροῦ ἐποίησε καὶ τῆς νήσου τὰ πολλὰ ἤπειρον, καὶ διαβὰς εἷλε τὴν νῆσον πεζῇ.
但由于此事对他毫无进展,资金也白白耗费,梅加巴佐斯便带着剩余的资金返回了亚洲,而国王则派遣了佐皮罗斯之子梅加比佐斯,一位波斯人,率领大军前往;他经陆路抵达后,在战斗中击败了埃及人及其盟友,将希腊人赶出孟斐斯,最后将他们围困在普罗索皮蒂斯岛,并在那里围攻了他们一年零六个月,直到他排干运河并将水流引向他处,使船只搁浅在干地上,并将该岛的大部分变成了陆地,随后他渡过去,以步兵攻占了该岛。