§1.110.1οὕτω μὲν τὰ τῶν Ἑλλήνων πράγματα ἐφθάρη ἓξ ἔτη πολεμήσαντα·
このようにして、ギリシア人の事業は6年間にわたる戦争の末に破滅した。
καὶ ὀλίγοι ἀπὸ πολλῶν πορευόμενοι διὰ τῆς Λιβύης ἐς Κυρήνην ἐσώθησαν, οἱ δὲ πλεῖστοι ἀπώλοντο.
そして、多くの者のうちわずかな者だけが、リビアを通って旅しキュレネへと逃げ延びたが、大部分の者は斃れた。
§1.110.2Αἴγυπτος δὲ πάλιν ὑπὸ βασιλέα ἐγένετο πλὴν Ἀμυρταίου τοῦ ἐν τοῖς ἕλεσι βασιλέως·
エジプトは、湿地帯の王アミュルタイオスを除いて、再び王の支配下に入った。
τοῦτον δὲ διὰ μέγεθός τε τοῦ ἕλους οὐκ ἐδύναντο ἑλεῖν, καὶ ἅμα μαχιμώτατοί εἰσι τῶν Αἰγυπτίων οἱ ἕλειοι.
湿地帯の広大さのために彼を捕らえることはできず、また同時に、湿地帯の住民はエジプト人の中で最も勇敢な戦士たちだからである。
§1.110.3Ἰνάρως δὲ ὁ Λιβύων βασιλεύς, ὃς τὰ πάντα ἔπραξε περὶ τῆς Αἰγύπτου, προδοσίᾳ ληφθεὶς ἀνεσταυρώθη.
一方、エジプトに関するすべての事柄を首謀したリビア人の王イナロスは、裏切りによって捕らえられ、磔にされた。
§1.110.4ἐκ δὲ τῶν Ἀθηνῶν καὶ τῆς ἄλλης ξυμμαχίδος πεντήκοντα τριήρεις διάδοχοι πλέουσαι ἐς Αἴγυπτον ἔσχον κατὰ τὸ Μενδήσιον κέρας, οὐκ εἰδότες τῶν γεγονότων οὐδέν·
アテナイと他の同盟国から、交代部隊としてエジプトへ向けて航行していた50隻の三段櫂船が、何が起きたかを全く知らずに、ナイルのメンデス河口に寄港した。
καὶ αὐτοῖς ἔκ τε γῆς ἐπιπεσόντες πεζοὶ καὶ ἐκ θαλάσσης Φοινίκων ναυτικὸν διέφθειραν τὰς πολλὰς τῶν νεῶν, αἱ δ’ ἐλάσσους διέφυγον πάλιν.
そして、陸からは歩兵が、海からはフェニキア人の艦隊が彼らに襲いかかり、船の大部分を破壊した。 少数の船だけが再び逃げ帰った。
τὰ μὲν κατὰ τὴν μεγάλην στρατείαν Ἀθηναίων καὶ τῶν ξυμμάχων ἐς Αἴγυπτον οὕτως ἐτελεύτησεν.
アテナイ人と同盟軍によるエジプトへの大遠征は、このようにして幕を閉じた。
§1.110.5τὰ μὲν κατὰ τὴν μεγάλην στρατείαν Ἀθηναίων καὶ τῶν ξυμμάχων ἐς Αἴγυπτον οὕτως ἐτελεύτησεν.
アテナイ人と同盟軍によるエジプトへの大遠征は、このようにして幕を閉じた。