§1.105.1Ἀθηναίοις δὲ ναυσὶν ἀποβᾶσιν ἐς Ἁλιᾶς πρὸς Κορινθίους καὶ Ἐπιδαυρίους μάχη ἐγένετο, καὶ ἐνίκων Κορίνθιοι.
船でハリアスに上陸したアテナイ人と、コリントス人およびエピダウロス人との間で戦闘が起こり、コリントス人が勝利した。
καὶ ὕστερον Ἀθηναῖοι ἐναυμάχησαν ἐπὶ Κεκρυφαλείᾳ Πελοποννησίων ναυσί, καὶ ἐνίκων Ἀθηναῖοι.
その後、アテナイ人はケクリュファレイア沖でペロポネソス人の船と海戦を行い、アテナイ人が勝利した。
§1.105.2πολέμου δὲ καταστάντος πρὸς Αἰγινήτας Ἀθηναίοις μετὰ ταῦτα ναυμαχία γίγνεται ἐπ᾽ Αἰγίνῃ μεγάλη Ἀθηναίων καὶ Αἰγινητῶν, καὶ οἱ ξύμμαχοι ἑκατέροις παρῆσαν, καὶ ἐνίκων Ἀθηναῖοι καὶ ναῦς ἑβδομήκοντα λαβόντες αὐτῶν ἐς τὴν γῆν ἀπέβησαν καὶ ἐπολιόρκουν, Λεωκράτους τοῦ Στροίβου στρατηγοῦντος.
その後、アテナイ人とアイギナ人との間で戦争が勃発すると、アイギナ沖でアテナイ人とアイギナ人の間で大規模な海戦が行われ、双方に同盟国が参戦した。 そしてアテナイ人が勝利を収め、敵の船を七十隻捕らえて島に上陸し、ストロイボスの子レオクラテスの指揮のもと、包囲戦を開始した。
§1.105.3ἔπειτα Πελοποννήσιοι ἀμύνειν βουλόμενοι Αἰγινήταις ἐς μὲν τὴν Αἴγιναν τριακοσίους ὁπλίτας πρότερον Κορινθίων καὶ Ἐπιδαυρίων ἐπικούρους διεβίβασαν, τὰ δὲ ἄκρα τῆς Γερανείας κατέλαβον καὶ ἐς τὴν Μεγαρίδα κατέβησαν Κορίνθιοι μετὰ τῶν ξυμμάχων, νομίζοντες ἀδυνάτους ἔσεσθαι Ἀθηναίους βοηθεῖν τοῖς Μεγαρεῦσιν ἔν τε Αἰγίνῃ ἀπούσης στρατιᾶς πολλῆς καὶ ἐν Αἰγύπτῳ·
これに対してペロポネソス人は、アイギナ人を救援することを望み、まずコリントス人とエピダウロス人の補助兵からなる重装歩兵三百人をアイギナ島へと渡した。 さらに、コリントス人とその同盟国は、ゲラネイアの山頂を占拠してメガラ領へと下ってきた。 彼らは、アテナイ人がアイギナとエジプトに大軍を派遣して不在であるため、メガラ人を救援することは不可能であろうと考えた。
ἢν δὲ καὶ βοηθῶσιν, ἀπ’ Αἰγίνης ἀναστήσεσθαι αὐτούς.
また、もし仮に救援に赴くとしても、彼らはアイギナから撤退せざるを得なくなるだろうと考えたのである。
§1.105.4οἱ δὲ Ἀθηναῖοι τὸ μὲν πρὸς Αἰγίνῃ στράτευμα οὐκ ἐκίνησαν, τῶν δ’ ἐκ τῆς πόλεως ὑπολοίπων οἵ τε πρεσβύτατοι καὶ οἱ νεώτατοι ἀφικνοῦνται ἐς τὰ Μέγαρα Μυρωνίδου στρατηγοῦντος.
しかしアテナイ人は、アイギナにおける軍勢はそのまま動かさず、市内に残っていた者のうち、最年長のものと最年少のものからなる軍勢を、ミロニデスの指揮のもと、メガラへと急行させた。
§1.105.5καὶ μάχης γενομένης ἰσορρόπου πρὸς Κορινθίους διεκρίθησαν ἀπ’ ἀλλήλων, καὶ ἐνόμισαν αὐτοὶ ἑκάτεροι οὐκ ἔλασσον ἔχειν ἐν τῷ ἔργῳ.
そして、コリントス人との間で勝敗の決しない伯仲した戦闘が行われた後、両者は引き分けた。 そして双方が、自軍がこの戦闘において劣勢に立たなかったと考えた。
§1.105.6καὶ οἱ μὲν Ἀθηναῖοι (ἐκράτησαν γὰρ ὅμως μᾶλλον) ἀπελθόντων τῶν Κορινθίων τροπαῖον ἔστησαν·
アテナイ人は(それでも彼らのほうが優勢であったため)、コリントス人が撤退した後に戦勝記念碑を建てた。
οἱ δὲ Κορίνθιοι κακιζόμενοι ὑπὸ τῶν ἐν τῇ πόλει πρεσβυτέρων καὶ παρασκευασάμενοι, ἡμέραις ὕστερον δώδεκα μάλιστα ἐλθόντες ἀνθίστασαν τροπαῖον καὶ αὐτοὶ ὡς νικήσαντες.
これに対しコリントス人は、本国の年長者たちから非難を受け、再び準備を整えて、約十二日後にやって来ると、自分たちも勝利したとして対抗する戦勝記念碑を建てた。
καὶ οἱ Ἀθηναῖοι ἐκβοηθήσαντες ἐκ τῶν Μεγάρων τούς τε τὸ τροπαῖον ἱστάντας διαφθείρουσι καὶ τοῖς ἄλλοις ξυμβαλόντες ἐκράτησαν.
するとアテナイ人はメガラから出撃し、記念碑を建てていた者たちを殺害し、残りの者たちとも交戦してこれに勝利した。