§1.100.1ἐγένετο δὲ μετὰ ταῦτα καὶ ἡ ἐπ’ Εὐρυμέδοντι ποταμῷ ἐν Παμφυλίᾳ πεζομαχία καὶ ναυμαχία Ἀθηναίων καὶ τῶν ξυμμάχων πρὸς Μήδους, καὶ ἐνίκων τῇ αὐτῇ ἡμέρᾳ ἀμφότερα Ἀθηναῖοι Κίμωνος τοῦ Μιλτιάδου στρατηγοῦντος, καὶ εἷλον τριήρεις Φοινίκων καὶ διέφθειραν τὰς πάσας ἐς διακοσίας.
この後、パンピュリアのウリュメドン川において、アテナイ人と同盟国によるメディア人に対する陸上戦および海上戦が起こった。 そして、ミルティアデスの息子キモンが将軍を務めるなか、アテナイ人は同じ日に両方の戦いに勝利し、フェニキア人の三段櫂船を鹵獲し、そのすべてを合わせて二百隻に及ぶまで破壊した。
§1.100.2χρόνῳ δὲ ὕστερον ξυνέβη Θασίους αὐτῶν ἀποστῆναι, διενεχθέντας περὶ τῶν ἐν τῇ ἀντιπέρας Θρᾴκῃ ἐμπορίων καὶ τοῦ μετάλλου ἃ ἐνέμοντο.
しばらくのち、タソス人が、対岸のトラキアにある交易地と自分たちが管理していた鉱山をめぐって紛争が生じたため、彼らから離反するということが起きた。
καὶ ναυσὶ μὲν ἐπὶ Θάσον πλεύσαντες οἱ Ἀθηναῖοι ναυμαχίᾳ ἐκράτησαν καὶ ἐς τὴν γῆν ἀπέβησαν,
アテナイ人は船でタソスへ航行し、海戦で勝利して陸地に上陸した。
§1.100.3ἐπὶ δὲ Στρυμόνα πέμψαντες μυρίους οἰκήτορας αὑτῶν καὶ τῶν ξυμμάχων ὑπὸ τοὺς αὐτοὺς χρόνους ὡς οἰκιοῦντες τὰς τότε καλουμένας Ἐννέα ὁδούς, νῦν δὲ Ἀμφίπολιν, τῶν μὲν Ἐννέα ὁδῶν αὐτοὶ ἐκράτησαν, ἃς εἶχον Ἠδωνοί, προελθόντες δὲ τῆς Θρᾴκης ἐς μεσόγειαν διεφθάρησαν ἐν Δραβησκῷ τῇ Ἠδωνικῇ ὑπὸ τῶν Θρᾳκῶν ξυμπάντων, οἷς πολέμιον ἦν τὸ χωρίον [αἱ Ἐννέα ὁδοὶ] κτιζόμενον.
また、ほぼ同時期に、当時「九つの道」と呼ばれ、現在はアムピポリスと呼ばれる地に入植させるため、ストリュモン川へ自分たちと同盟国の入植者一万人を派遣したが、彼らは、エドノス人が領有していた「九つの道」をみずから支配下に置いたものの、トラキアの内陸へとさらに進んだところ、エドノス地方のドラベスコスにおいて、トラキア人の連合軍によって全滅させられた。 トラキア人全員にとって、その場所[九つの道]に植民地が建設されることは敵対的な行為であったからである。