§1.1.1Θουκυδίδης Ἀθηναῖος ξυνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων, ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, ἀρξάμενος εὐθὺς καθισταμένου καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενημένων, τεκμαιρόμενος ὅτι ἀκμάζοντές τε ᾖσαν ἐς αὐτὸν ἀμφότεροι παρασκευῇ τῇ πάσῃ καὶ τὸ ἄλλο Ἑλληνικὸν ὁρῶν ξυνιστάμενον πρὸς ἑκατέρους, τὸ μὲν εὐθύς, τὸ δὲ καὶ διανοούμενον.
アテナイ人のトゥキディデスは、ペロポネソス人とアテナイ人の戦争について、彼らがどのように互いに戦ったかを記録した。 彼は戦争が勃発するとすぐに書き始め、この戦争が大きく、かつて起こったいかなるものよりも最も注目に値するものになるだろうと予期していた。 その根拠として、両者があらゆる軍備を万全にして全盛の状態でこの戦争に臨んでいたこと、そして他のギリシア世界が、ある者は直ちに、またある者は企図しつつ、双方のいずれかに味方して結集しつつあるのを目にしたからである。
§1.1.2κίνησις γὰρ αὕτη μεγίστη δὴ τοῖς Ἕλλησιν ἐγένετο καὶ μέρει τινὶ τῶν βαρβάρων, ὡς δὲ εἰπεῖν καὶ ἐπὶ πλεῖστον ἀνθρώπων.
というのも、この動乱はギリシア人にとって、また野蛮人の一部にとっても、さらには、いわば人類の最大多数にとっても、実に最大のものであったからである。
§1.1.3τὰ γὰρ πρὸ αὐτῶν καὶ τὰ ἔτι παλαίτερα σαφῶς μὲν εὑρεῖν διὰ χρόνου πλῆθος ἀδύνατα ἦν, ἐκ δὲ τεκμηρίων ὧν ἐπὶ μακρότατον σκοποῦντί μοι πιστεῦσαι ξυμβαίνει οὐ μεγάλα νομίζω γενέσθαι οὔτε κατὰ τοὺς πολέμους οὔτε ἐς τὰ ἄλλα.
なぜなら、この戦争より前の出来事や、さらに古い時代の出来事については、歳月の隔たりゆえに明確に究明することは不可能であったが、私が可能な限り遠くまで考究した結果として信頼するに至った証拠から判断するに、戦争の点でもその他の点でも、大規模なものではなかったと私は考えるからである。