← プラトン

ソクラテスの弁明

§38-39

罰金刑の対抗提案と死刑宣告後の予言

ソクラテスは、沈黙して生きることは神への不服従であり不可能だと述べ、友人たちの支援を得て30ミナの罰金刑を最終提案する。死刑判決の後、彼は自身に有罪を投票した者たちへは過酷な報復を予告し、無罪を投票した者たちへは死を前にした対話を呼びかける。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§38

ἐάντε γὰρ λέγω ὅτι τῷ θεῷ ἀπειθεῖν τοῦτʼ ἐστὶν καὶ διὰ τοῦτʼ ἀδύνατον ἡσυχίαν ἄγειν, οὐ πείσεσθέ μοι ὡς εἰρωνευομένῳ· ἐάντʼ αὖ λέγω ὅτι καὶ τυγχάνει μέγιστον ἀγαθὸν ὂν ἀνθρώπῳ τοῦτο, ἑκάστης ἡμέρας περὶ ἀρετῆς τοὺς λόγους ποιεῖσθαι καὶ τῶν ἄλλων περὶ ὧν ὑμεῖς ἐμοῦ ἀκούετε διαλεγομένου καὶ ἐμαυτὸν καὶ ἄλλους ἐξετάζοντος, ὁ δὲ ἀνεξέταστος βίος οὐ βιωτὸς ἀνθρώπῳ,1 ταῦτα δʼ ἔτι ἧττον πείσεσθέ μοι λέγοντι. τὰ δὲ ἔχει μὲν οὕτως, ὡς ἐγώ φημι, ὦ ἄνδρες, πείθειν δὲ οὐ ῥᾴδιον. καὶ ἐγὼ ἅμα οὐκ εἴθισμαι ἐμαυτὸν ἀξιοῦν κακοῦ οὐδενός. εἰ μὲν γὰρ ἦν μοι χρήματα, ἐτιμησάμην ἂν χρημάτων ὅσα ἔμελλον ἐκτείσειν, οὐδὲν γὰρ ἂν ἐβλάβην· νῦν δὲ οὐ γὰρ ἔστιν, εἰ μὴ ἄρα ὅσον ἂν ἐγὼ δυναίμην ἐκτεῖσαι, τοσούτου βούλεσθέ μοι τιμῆσαι.2 ἴσως δʼ ἂν δυναίμην ἐκτεῖσαι ὑμῖν που μνᾶν ἀργυρίου· τοσούτου οὖν τιμῶμαι.Πλάτων δὲ ὅδε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ Κρίτων καὶ Κριτόβουλος καὶ Ἀπολλόδωρος κελεύουσί με τριάκοντα μνῶν τιμήσασθαι, αὐτοὶ δʼ ἐγγυᾶσθαι· τιμῶμαι οὖν τοσούτου, ἐγγυηταὶ δὲ ὑμῖν ἔσονται τοῦ ἀργυρίου οὗτοι ἀξιόχρεῳ. οὐ πολλοῦ γʼ ἕνεκα χρόνου, ὦ ἄνδρες Ἀθηναῖοι, ὄνομα ἕξετε καὶ αἰτίαν ὑπὸ τῶν βουλομένων τὴν πόλιν λοιδορεῖν ὡς Σωκράτη ἀπεκτόνατε, ἄνδρα σοφόν—φήσουσι γὰρ δὴ σοφὸν εἶναι, εἰ καὶ μή εἰμι, οἱ βουλόμενοι ὑμῖν ὀνειδίζειν— εἰ γοῦν περιεμείνατε ὀλίγον χρόνον, ἀπὸ τοῦ αὐτομάτου ἂν ὑμῖν τοῦτο ἐγένετο· ὁρᾶτε γὰρ δὴ τὴν ἡλικίαν ὅτι πόρρω ἤδη ἐστὶ τοῦ βίου θανάτου δὲ ἐγγύς. λέγω δὲ τοῦτο οὐ πρὸς πάντας ὑμᾶς, ἀλλὰ πρὸς τοὺς ἐμοῦ καταψηφισαμένους θάνατον. λέγω δὲ καὶ τόδε πρὸς τοὺς αὐτοὺς τούτους. ἴσως με οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, ἀπορίᾳ λόγων ἑαλωκέναι τοιούτων οἷς ἂν ὑμᾶς ἔπεισα, εἰ ᾤμην δεῖν ἅπαντα ποιεῖν καὶ λέγειν ὥστε ἀποφυγεῖν τὴν δίκην. πολλοῦ γε δεῖ. ἀλλʼ ἀπορίᾳ μὲν ἑάλωκα, οὐ μέντοι λόγων, ἀλλὰ τόλμης καὶ ἀναισχυντίας καὶ τοῦ μὴ ἐθέλειν λέγειν πρὸς ὑμᾶς τοιαῦτα οἷʼ ἂν ὑμῖν μὲν ἥδιστα ἦν ἀκούειν— θρηνοῦντός τέ μου καὶ ὀδυρομένου καὶ ἄλλα ποιοῦντος καὶ λέγοντος πολλὰ καὶ ἀνάξια ἐμοῦ, ὡς ἐγώ φημι, οἷα δὴ καὶ εἴθισθε ὑμεῖς τῶν ἄλλων ἀκούειν. ἀλλʼ οὔτε τότε ᾠήθην δεῖν ἕνεκα τοῦ κινδύνου πρᾶξαι οὐδὲν ἀνελεύθερον, οὔτε νῦν μοι μεταμέλει οὕτως ἀπολογησαμένῳ, ἀλλὰ πολὺ μᾶλλον αἱροῦμαι ὧδε ἀπολογησάμενος τεθνάναι ἢ ἐκείνως ζῆν.

なぜなら、もし私が、神に従わないことはこれ(沈黙を守ること)であり、それゆえに静かに暮らすことは不可能である、と言えば、あなた方は私が皮肉を言っていると思って信じないでしょう。また、もし逆に、人間にとって毎日徳について語り、あなた方が私の対話や、自分自身や他者を吟味するのを聞いているようなその他の事柄について議論することこそが最大の善であり、吟味なき生は人間にとって生きるに値しない、と言えば、これらは私の言うことをますます信じないでしょう。しかし、諸君、事実は私の言う通りなのですが、納得させることは容易ではありません。と同時に、私は自分自身に何か悪い刑を科すのが当然だと思うことにも慣れていません。もし私に金があるなら、支払う見込みのあるだけの罰金を提案したことでしょう。そうしたところで何も害は被らないからです。しかし実際には、私には金がありません。ただ、もし私が支払うことのできる程度の額、その額で私に科すことをあなた方が望まれるのでなければ(支払えません)。おそらく私は、銀一ミナほどなら支払うことができるでしょう。そこで、その額を私の提案する刑とします。しかし、アテネの諸君、ここにいるプラトンや、クリトン、クリトブロス、アポロドロスたちが、私に三十ミナの罰金を提案せよと勧め、自分たちが保証人になると言っています。そこで私はその額を提案します。彼らはあなた方にとって、その金の十分な信用のある保証人となるでしょう。アテネの諸君、大して長くない時間のために、あなた方は、この城邦を罵ろうとする人々から、賢者ソクラテスを殺したという悪名と非難を浴びることになるでしょう。なぜなら、たとえ私がそうでなくても、あなた方を非難したい人々は、私が賢者であると言うでしょうから。もしあなた方がほんの少しの時間だけ待っていたなら、このことは自然にあなた方に生じたことでしょう。あなた方は私の年齢がすでに人生の先へと進んでおり、死に近いことを見ているのですから。私はこのことを、あなた方すべてに対して言っているのではなく、私に死刑を宣告した人々に対して言っているのです。そして、これと同じ人々に対して、次のようなことも言っておきます。おそらくあなた方は、アテネの諸君、もし私が裁判から免れるためにはあらゆることを行い、語るべきだと考えていたなら、あなた方を納得させたであろうような、そのような言葉の不足によって私が有罪になったのだと思っているかもしれません。決してそんなことはありません。私は確かに不足によって有罪になりましたが、言葉の不足ではなく、大胆さと破廉恥さ、そしてあなた方が聴くのに最も心地よいようなこと、すなわち私が嘆き悲しみ、その他にも、私の言う通り、私にふさわしくないような、あなた方が他の人々から聴き慣れているようなことをあなた方に向けて語ろうとしなかったことの不足によって有罪になったのです。しかし、私はあの時も、危険のゆえに奴隷的なことを何一つ行うべきではないと考えましたし、今もこのように弁明したことを後悔していません。むしろ私は、あのように弁明して生き延びるよりも、このように弁明して死ぬことをはるかに望みます。

§39

οὔτε γὰρ ἐν δίκῃ οὔτʼ ἐν πολέμῳ οὔτʼ ἐμὲ οὔτʼ ἄλλον οὐδένα δεῖ τοῦτο μηχανᾶσθαι, ὅπως ἀποφεύξεται πᾶν ποιῶν θάνατον. καὶ γὰρ ἐν ταῖς μάχαις πολλάκις δῆλον γίγνεται ὅτι τό γε ἀποθανεῖν ἄν τις ἐκφύγοι καὶ ὅπλα ἀφεὶς καὶ ἐφʼ ἱκετείαν τραπόμενος τῶν διωκόντων· καὶ ἄλλαι μηχαναὶ πολλαί εἰσιν ἐν ἑκάστοις τοῖς κινδύνοις ὥστε διαφεύγειν θάνατον, ἐάν τις τολμᾷ πᾶν ποιεῖν καὶ λέγειν. ἀλλὰ μὴ οὐ τοῦτʼ ᾖ χαλεπόν,3 ὦ ἄνδρες, θάνατον ἐκφυγεῖν, ἀλλὰ πολὺ χαλεπώτερον πονηρίαν· θᾶττον γὰρ θανάτου θεῖ. καὶ νῦν ἐγὼ μὲν ἅτε βραδὺς ὢν καὶ πρεσβύτης ὑπὸ τοῦ βραδυτέρου ἑάλων, οἱ δʼ ἐμοὶ κατήγοροι ἅτε δεινοὶ καὶ ὀξεῖς ὄντες ὑπὸ τοῦ θάττονος, τῆς κακίας. καὶ νῦν ἐγὼ μὲν ἄπειμι ὑφʼ ὑμῶν θανάτου δίκην ὀφλών, οὗτοι δʼ ὑπὸ τῆς ἀληθείας ὠφληκότες μοχθηρίαν καὶ ἀδικίαν. καὶ ἐγώ τε τῷ τιμήματι ἐμμένω καὶ οὗτοι. ταῦτα μέν που ἴσως οὕτως καὶ ἔδει σχεῖν, καὶ οἶμαι αὐτὰ μετρίως ἔχειν. τὸ δὲ δὴ μετὰ τοῦτο ἐπιθυμῶ ὑμῖν χρησμῳδῆσαι, ὦ καταψηφισάμενοί μου· καὶ γάρ εἰμι ἤδη ἐνταῦθα ἐν ᾧ μάλιστα ἄνθρωποι χρησμῳδοῦσιν, ὅταν μέλλωσιν ἀποθανεῖσθαι. φημὶ γάρ, ὦ ἄνδρες οἳ ἐμὲ ἀπεκτόνατε, τιμωρίαν ὑμῖν ἥξειν εὐθὺς μετὰ τὸν ἐμὸν θάνατον πολὺ χαλεπωτέραν νὴ Δία ἢ οἵαν ἐμὲ ἀπεκτόνατε· νῦν γὰρ τοῦτο εἴργασθε οἰόμενοι μὲν ἀπαλλάξεσθαι τοῦ διδόναι ἔλεγχον τοῦ βίου, τὸ δὲ ὑμῖν πολὺ ἐναντίον ἀποβήσεται, ὡς ἐγώ φημι. πλείους ἔσονται ὑμᾶς οἱ ἐλέγχοντες, οὓς νῦν ἐγὼ κατεῖχον, ὑμεῖς δὲ οὐκ ᾐσθάνεσθε· καὶ χαλεπώτεροι ἔσονται ὅσῳ νεώτεροί εἰσιν, καὶ ὑμεῖς μᾶλλον ἀγανακτήσετε. εἰ γὰρ οἴεσθε ἀποκτείνοντες ἀνθρώπους ἐπισχήσειν τοῦ ὀνειδίζειν τινὰ ὑμῖν ὅτι οὐκ ὀρθῶς ζῆτε, οὐ καλῶς διανοεῖσθε· οὐ γάρ ἐσθʼ αὕτη ἡ ἀπαλλαγὴ οὔτε πάνυ δυνατὴ οὔτε καλή, ἀλλʼ ἐκείνη καὶ καλλίστη καὶ ῥᾴστη, μὴ τοὺς ἄλλους κολούειν ἀλλʼ ἑαυτὸν παρασκευάζειν ὅπως ἔσται ὡς βέλτιστος. ταῦτα μὲν οὖν ὑμῖν τοῖς καταψηφισαμένοις μαντευσάμενος ἀπαλλάττομαι. τοῖς δὲ ἀποψηφισαμένοις ἡδέως ἂν διαλεχθείην ὑπὲρ τοῦ γεγονότος τουτουῒ πράγματος, ἐν ᾧ οἱ ἄρχοντες ἀσχολίαν ἄγουσι καὶ οὔπω ἔρχομαι οἷ ἐλθόντα με δεῖ τεθνάναι. ἀλλά μοι, ὦ ἄνδρες, παραμείνατε τοσοῦτον χρόνον· οὐδὲν γὰρ κωλύει διαμυθολογῆσαι πρὸς ἀλλήλους ἕως ἔξεστιν.

なぜなら、裁判においても戦争においても、私であれ他の誰であれ、死から免れるためにあらゆる手段を用いて逃れようとするようなことを企てるべきではないからです。実際、戦いにおいて、武器を捨てて追跡者の前にひれ伏して哀願すれば、死を免れることができるということは、しばしば明らかになります。また、あらゆる危険において、もしあらゆることを行い、語る大胆さがあるならば、死を逃れるための他の多くの手段が存在します。しかし、諸君、死から逃れることは難しくはないのではないか、むしろ悪徳から逃れることの方がはるかに難しいのではないかと思います。なぜなら、悪徳は死よりも速く走るからです。そして今、私は遅く、かつ老人であるために、より遅いものに捕らえられましたが、私の告発者たちは有能で機敏であるために、より速いもの、すなわち悪徳に捕らえられたのです。そして今、私はあなた方によって死刑の宣告を受けて立ち去り、彼らは真理によって邪悪と不正の宣告を受けて立ち去るのです。そして私もその宣告に甘んじ、彼らもまた同様です。これらのことはおそらく、このようにあるべきだったのであり、私はこれで適当なのだと思います。さて、このことののち、私に有罪を宣告したあなた方に預言をしたいと思います。なぜなら、私はすでに、人間が死のうとするときに最もよく預言をするような、そのような状況に至っているからです。私を殺した諸君、私は、私の死の直後に、ゼウスにかけて、あなた方が私を殺すことによって私に与えたものよりもはるかに過酷な報復が、あなた方に訪れるであろうと言っておきます。あなた方は今、自らの生き方の吟味を受けることから免れるつもりでこのようなことを行いましたが、私の言う通り、あなた方にはまったく正反対の結果がもたらされるでしょう。あなた方を吟味する人々は、これまで私が抑えていたためにあなた方が気づかなかったのですが、より多くなるでしょう。そして彼らは若ければ若いほど、より厳しくなるでしょうし、あなた方はますます憤慨することになるでしょう。なぜなら、もしあなた方が人間を殺すことによって、あなた方が正しく生きていないと誰かが非難するのを止められると思っているなら、あなた方は良く考えていません。その免れ方は、完全に可能でもなければ、立派でもありません。むしろ、最も立派で最も容易な方法は、他者を抑えつけることではなく、自分自身が可能な限り最善の者となるように準備することです。さて、私に有罪を宣告したあなた方にこれだけの預言をして、私は立ち去ります。一方、私に無罪を宣告した人々とは、この起きた事柄について、執政官たちが忙しくしており、私がそこへ行って死なねばならない場所へまだ赴かない間、喜んで対話したいと思います。ですから、諸君、私とともにこれだけの時間だけとどまってください。許されている間、互いに対話することを妨げるものは何もないのですから。

構文注3 件
  1. 38aὁ δὲ ἀνεξέταστος βίος οὐ βιωτὸς ἀνθρώπῳ

    形容詞 βιωτός は動詞的形容詞(-τός)で、「生きられる」「生きるに値する」の意味を表す。ἀνθρώπῳ は与格で、この動詞的形容詞の行為者(あるいは関係の与格)を示し、「人間にとって生きるに値しない」と解される。

  2. 38bεἰ μὴ ἄρα ὅσον ἂν ἐγὼ δυναίμην ἐκτεῖσαι, τοσούτου βούλεσθέ μοι τιμῆσαι

    εἰ μὴ ἄρα(ただし〜なら別だが)に導かれる節であり、全体として前文の「お金がない(から払えない)」という事実に対する例外・条件を提示している。τοσούτου は価格・価値の属格で、τιμῆσαι(刑を科す、提案する)にかかる。

  3. 39aἀλλὰ μὴ οὐ τοῦτʼ ᾖ χαλεπόν

    μὴ οὐ に接続法 ᾖ が続く構文で、発話者の懸念、あるいは遠回しな主張(「〜ではないことが懸念される」「〜ではないだろうか」)を表す。主節の「恐れる」を意味する動詞が省略された形として分析され、ここでは「死を避けることは難しくないのではないか」という強い疑念・主張を表している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)urn:cts:greekLit:tlg0059.tlg002.humanitext-grc2:38-39