← プラトン

ソクラテスの弁明

§36-37

対抗刑としてのプリュタネイオンでの食事の提案

有罪判決を受けたソクラテスは、僅差の投票結果に驚きを述べつつ、自身への対抗刑として国賓待遇であるプリュタネイオンでの食事提供を堂々と提案する。さらに、追放や罰金などの刑罰を自ら選ぶこと、あるいは他国で沈黙して生きることの不可能性を語る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§36

τὸ μὲν μὴ ἀγανακτεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπὶ τούτῳ τῷ γεγονότι, ὅτι μου κατεψηφίσασθε, ἄλλα τέ μοι πολλὰ συμβάλλεται, καὶ οὐκ ἀνέλπιστόν μοι γέγονεν τὸ γεγονὸς τοῦτο, ἀλλὰ πολὺ μᾶλλον θαυμάζω ἑκατέρων τῶν ψήφων τὸν γεγονότα ἀριθμόν. οὐ γὰρ ᾠόμην ἔγωγε οὕτω παρʼ ὀλίγον ἔσεσθαι ἀλλὰ παρὰ πολύ· νῦν δέ, ὡς ἔοικεν, εἰ τριάκοντα μόναι μετέπεσον τῶν ψήφων, ἀπεπεφεύγη ἄν.1 Μέλητον μὲν οὖν, ὡς ἐμοὶ δοκῶ, καὶ νῦν ἀποπέφευγα, καὶ οὐ μόνον ἀποπέφευγα, ἀλλὰ παντὶ δῆλον τοῦτό γε, ὅτι εἰ μὴ ἀνέβη Ἄνυτος καὶ Λύκων κατηγορήσοντες ἐμοῦ, κἂν ὦφλε χιλίας δραχμάς, οὐ μεταλαβὼν τὸ πέμπτον μέρος τῶν ψήφων.2 τιμᾶται δʼ οὖν μοι ὁ ἀνὴρ θανάτου. εἶεν· ἐγὼ δὲ δὴ τίνος ὑμῖν ἀντιτιμήσομαι, ὦ ἄνδρες Ἀθηναῖοι; ἢ δῆλον ὅτι τῆς ἀξίας; τί οὖν; τί ἄξιός εἰμι παθεῖν ἢ ἀποτεῖσαι, ὅτι μαθὼν ἐν τῷ βίῳ οὐχ ἡσυχίαν ἦγον,3 ἀλλʼ ἀμελήσας ὧνπερ οἱ πολλοί, χρηματισμοῦ τε καὶ οἰκονομίας καὶ στρατηγιῶν καὶ δημηγοριῶν καὶ τῶν ἄλλων ἀρχῶν καὶ συνωμοσιῶν καὶ στάσεων τῶν ἐν τῇ πόλει γιγνομένων, ἡγησάμενος ἐμαυτὸν ῷ ὄντι ἐπιεικέστερον εἶναι ἢ ὥστε εἰς ταῦτʼ ἰόντα σῴζεσθαι, ἐνταῦθα μὲν οὐκ ᾖα οἷ ἐλθὼν μήτε ὑμῖν μήτε ἐμαυτῷ ἔμελλον μηδὲν ὄφελος εἶναι, ἐπὶ δὲ τὸ ἰδίᾳ ἕκαστον ἰὼν εὐεργετεῖν τὴν μεγίστην εὐεργεσίαν, ὡς ἐγώ φημι, ἐνταῦθα ᾖα, ἐπιχειρῶν ἕκαστον ὑμῶν πείθειν μὴ πρότερον μήτε τῶν ἑαυτοῦ μηδενὸς ἐπιμελεῖσθαι πρὶν ἑαυτοῦ ἐπιμεληθείη ὅπως ὡς βέλτιστος καὶ φρονιμώτατος ἔσοιτο, μήτε τῶν τῆς πόλεως, πρὶν αὐτῆς τῆς πόλεως, τῶν τε ἄλλων οὕτω κατὰ τὸν αὐτὸν τρόπον ἐπιμελεῖσθαι—τί οὖν εἰμι ἄξιος παθεῖν τοιοῦτος ὤν; ἀγαθόν τι, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ δεῖ γε κατὰ τὴν ἀξίαν τῇ ἀληθείᾳ τιμᾶσθαι· καὶ ταῦτά γε ἀγαθὸν τοιοῦτον ὅτι ἂν πρέποι ἐμοί. τί οὖν πρέπει ἀνδρὶ πένητι εὐεργέτῃ δεομένῳ ἄγειν σχολὴν ἐπὶ τῇ ὑμετέρᾳ παρακελεύσει; οὐκ ἔσθʼ ὅτι μᾶλλον, ὦ ἄνδρες Ἀθηναῖοι, πρέπει οὕτως ὡς τὸν τοιοῦτον ἄνδρα ἐν πρυτανείῳ σιτεῖσθαι, πολύ γε μᾶλλον ἢ εἴ τις ὑμῶν ἵππῳ ἢ συνωρίδι ἢ ζεύγει νενίκηκεν Ὀλυμπίασιν· ὁ μὲν γὰρ ὑμᾶς ποιεῖ εὐδαίμονας δοκεῖν εἶναι, ἐγὼ δὲ εἶναι, καὶ ὁ μὲν τροφῆς οὐδὲν δεῖται, ἐγὼ δὲ δέομαι.

アテネの諸君、この起きたこと、すなわちあなた方が私に有罪の判決を下したことに対して、私が憤慨しないでいることには、多くの他の事情もあずかっていますし、また、この起きたことは私にとって予期せぬことでもありませんでした。むしろ、私はそれぞれの票の生じた数(票数の内訳)に、はるかに驚いています。というのも、私はこれほど僅差になるとは思っておらず、大差になると思っていたからです。しかし今、どうやら、もしわずか三十票が他方に移っていたなら、私は無罪になっていたことでしょう。ともあれメレトスからは、私が思うに、現在でも私は免れています。それどころか、ただ免れているだけでなく、もしアニュトスとリュコンが私を告発するために登壇していなかったなら、彼は全票の五分の一も得られずに、千ドラクマの罰金を科されていたであろうということは、誰の目にも明らかです。ともかく、あの男は私に対して死刑を求刑しています。よろしい。では、アテネの諸君、私はあなた方に対して、どのような対抗刑を提案すべきでしょうか。私の値打ちにふさわしいものであることは、明らかではないでしょうか。では、何でしょうか。自分の人生において静かに過ごすことをせず、多くの人々が気にかけること、すなわち、金儲けや家政、将軍職や民衆への演説、その他の官職、国の中で起こる陰謀や党派争いを顧みず、自分がそうしたことに首を突っ込んで生き延びるには正直すぎる人間であると考えたので、そこに行ってもあなた方にも私自身にも何の役にも立たないような、そういう場所には私は行かなかったことに対して、私は何を受け、あるいは支払うに値するでしょうか。そうではなく、一人一人のところへ私的に赴いて、私の言う最大の恩恵を施すために、そちらへと赴いたのです。そして、あなた方の各々に対して、自分の持ち物のどれかを配慮する前に、まず自分自身が可能な限り善く、かつ賢くなるように配慮すべきであり、国家の諸事を配慮する前に、まず国家そのものを配慮すべきであって、他のすべてのことについても同様の方法で配慮すべきである、と説得しようと努めました。では、このような者である私は、何を受けるに値するでしょうか。アテネの諸君、もし真実において値打ちにふさわしく判定されねばならないなら、何か良いことです。しかも、私にふさわしいような、そのような良いことです。では、貧しい恩人であり、あなた方を勧告するために余暇を必要としている男には、何がふさわしいでしょうか。アテネの諸君、そのような男には、プリュタネイオン(評事会館)で食事を供されることほどふさわしいものは他にありません。それは、あなた方のうちの誰かがオリンピア競技において、一頭立て、二頭立て、あるいは馬車レースで優勝した場合よりも、はるかにふさわしいことです。なぜなら、彼はあなた方を幸福であるように見せるだけですが、私はあなた方を本当に幸福にするからです。また、彼は食費の支援を必要としませんが、私はそれを必要としているからです。

§37

εἰ οὖν δεῖ με κατὰ τὸ δίκαιον τῆς ἀξίας τιμᾶσθαι, τούτου τιμῶμαι, ἐν πρυτανείῳ σιτήσεως. ἴσως οὖν ὑμῖν καὶ ταυτὶ λέγων παραπλησίως δοκῶ λέγειν ὥσπερ περὶ τοῦ οἴκτου καὶ τῆς ἀντιβολήσεως, ἀπαυθαδιζόμενος· τὸ δὲ οὐκ ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τοιοῦτον ἀλλὰ τοιόνδε μᾶλλον. πέπεισμαι ἐγὼ ἑκὼν εἶναι4 μηδένα ἀδικεῖν ἀνθρώπων, ἀλλὰ ὑμᾶς τοῦτο οὐ πείθω· ὀλίγον γὰρ χρόνον ἀλλήλοις διειλέγμεθα. ἐπεί, ὡς ἐγᾦμαι, εἰ ἦν ὑμῖν νόμος, ὥσπερ καὶ ἄλλοις ἀνθρώποις, περὶ θανάτου μὴ μίαν ἡμέραν μόνον κρίνειν ἀλλὰ πολλάς, ἐπείσθητε ἄν· νῦν δʼ οὐ ῥᾴδιον ἐν χρόνῳ ὀλίγῳ μεγάλας διαβολὰς ἀπολύεσθαι. πεπεισμένος δὴ ἐγὼ μηδένα ἀδικεῖν πολλοῦ δέω ἐμαυτόν γε ἀδικήσειν καὶ κατʼ ἐμαυτοῦ ἐρεῖν αὐτὸς ὡς ἄξιός εἰμί του κακοῦ καὶ τιμήσεσθαι τοιούτου τινὸς ἐμαυτῷ. τί δείσας; ἦ μὴ πάθω τοῦτο οὗ Μέλητός μοι τιμᾶται, ὅ φημι οὐκ εἰδέναι οὔτʼ εἰ ἀγαθὸν οὔτʼ εἰ κακόν ἐστιν; ἀντὶ τούτου δὴ ἕλωμαι ὧν εὖ οἶδά τι κακῶν ὄντων5 τούτου τιμησάμενος; πότερον δεσμοῦ; καὶ τί με δεῖ ζῆν ἐν δεσμωτηρίῳ, δουλεύοντα τῇ ἀεὶ καθισταμένῃ ἀρχῇ, τοῖς ἕνδεκα; ἀλλὰ χρημάτων καὶ δεδέσθαι ἕως ἂν ἐκτείσω; ἀλλὰ ταὐτόν μοί ἐστιν ὅπερ νυνδὴ ἔλεγον· οὐ γὰρ ἔστι μοι χρήματα ὁπόθεν ἐκτείσω. ἀλλὰ δὴ φυγῆς τιμήσωμαι; ἴσως γὰρ ἄν μοι τούτου τιμήσαιτε. πολλὴ μεντἄν με φιλοψυχία ἔχοι, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ οὕτως ἀλόγιστός εἰμι ὥστε μὴ δύνασθαι λογίζεσθαι ὅτι ὑμεῖς μὲν ὄντες πολῖταί μου οὐχ οἷοί τε ἐγένεσθε ἐνεγκεῖν τὰς ἐμὰς διατριβὰς καὶ τοὺς λόγους, ἀλλʼ ὑμῖν βαρύτεραι γεγόνασιν καὶ ἐπιφθονώτεραι, ὥστε ζητεῖτε αὐτῶν νυνὶ ἀπαλλαγῆναι· ἄλλοι δὲ ἄρα αὐτὰς οἴσουσι ῥᾳδίως; πολλοῦ γε δεῖ, ὦ ἄνδρες Ἀθηναῖοι. καλὸς οὖν ἄν μοι ὁ βίος εἴη ἐξελθόντι τηλικῷδε ἀνθρώπῳ ἄλλην ἐξ ἄλλης πόλεως ἀμειβομένῳ καὶ ἐξελαυνομένῳ ζῆν. εὖ γὰρ οἶδʼ ὅτι ὅποι ἂν ἔλθω, λέγοντος ἐμοῦ ἀκροάσονται οἱ νέοι ὥσπερ ἐνθάδε· κἂν μὲν τούτους ἀπελαύνω, οὗτοί με αὐτοὶ ἐξελῶσι πείθοντες τοὺς πρεσβυτέρους· ἐὰν δὲ μὴ ἀπελαύνω, οἱ τούτων πατέρες δὲ καὶ οἰκεῖοι διʼ αὐτοὺς τούτους. ἴσως οὖν ἄν τις εἴποι· σιγῶν δὲ καὶ ἡσυχίαν ἄγων, ὦ Σώκρατες, οὐχ οἷός τʼ ἔσῃ ἡμῖν ἐξελθὼν ζῆν; τουτὶ δή ἐστι πάντων χαλεπώτατον πεῖσαί τινας ὑμῶν.

それゆえ、もし私が正義に基づいて値打ち通りに評価されねばならないなら、私はこのこと、すなわちプリュタネイオンでの食事の提供をもって私の提案する刑とします。おそらく、私がこのようなことを語るのも、あなた方には、哀願や懇願について語ったときと同じように、強情を張って語っているように思われるかもしれません。しかし、アテネの諸君、これはそのようなことではなく、むしろ次のようなことなのです。私は、意図しては誰一人として人間を害したことはないと確信していますが、あなた方にそのことを納得させることができません。というのも、私たちはごく短い時間しか互いに語り合っていないからです。というのも、もしあなた方にも、他の人々と同様に、死刑に関する裁判をたった一日だけで判定するのではなく、何日もかけて行うという法律があったなら、私が思うに、あなた方は納得しただろうからです。しかし、今は短い時間の中で、大きな偏見を解くことは容易ではありません。自分が誰をも害していないと確信しているからには、自分自身を害したり、自分自身に不利なこととして、自分が何か悪い受刑に値すると自ら語り、自分に対してそのような刑を提案することなど、到底私にはできません。何を恐れてそうするのでしょうか。メレトスが私に対して求刑しているあのこと(死刑)を被るのを恐れてでしょうか。しかし、それは良いことなのか悪いことなのか私にはわからないと言っているものなのです。それの代わりに、明らかに悪いことであるとよく知っている事柄の何かを刑として提案し、自ら選び取るべきでしょうか。投獄でしょうか。しかし、常にその都度任命される権力、すなわち十一人の委員に服従しながら、なぜ牢獄の中で生きねばならないのでしょうか。それとも罰金刑にして、支払うまで監禁されることでしょうか。しかし、それは私がたった今言ったことと同じことです。なぜなら、私には支払うべきお金がないからです。では、追放を提案すべきでしょうか。おそらく、あなた方もこの刑を私に科すでしょう。しかしアテネの諸君、もし私が、私の同胞市民であるあなた方でさえ私の日々の営みや対話を耐え忍ぶことができず、それらがあなた方にとって重荷となり、憎むべきものとなったがゆえに、今それらから免れようとしているのに、他の人々がそれを容易に耐え忍んでくれるだろう、などということを計算することもできないほど理性を欠いているとするなら、私はよほど命に執着していることになります。決してそのようなことはありません、アテネの諸君。この年齢の人間が故郷を去り、都市から都市へと移り変わり、その都度追い払われながら生きるなど、私にとって素晴らしい人生と言えるでしょうか。というのも、私がどこへ行こうとも、ここでのように、若者たちが私の語ることに耳を傾けるであろうことを、私はよく知っているからです。そして、もし私が彼らを追い払えば、彼ら自身が年長者たちを説得して私を追放するでしょうし、もし私が彼らを追い払わなければ、彼らの父親や親族が、その若者たち自身のために、私を追放するでしょう。 そこで、おそらく誰かが言うかもしれません。「ソクラテスよ、お前は(他国に)出て行って、沈黙を守り、静かに暮らすことはできないのか」と。 これこそが、あなた方のうちの何人かを納得させるのに、何よりも難しいことなのです。

構文注5 件
  1. 36aεἰ τριάκοντα μόναι μετέπεσον τῶν ψήφων, ἀπεπεφεύγη ἄν

    過去の事実に反する仮定を表す条件文。条件節に直説法過去(μετέπεσον)、帰結節に ἄν を伴う直説法過去(ここでは完了した状態の過去を表す大過去 ἀπεπεφεύγη が用いられている)が置かれている。

  2. 36aκἂν ὦφλε χιλίας δραχμάς, οὐ μεταλαβὼν τὸ πέμπτον μέρος τῶν ψήφων

    κἂν は καὶ ἄν の縮約であり、過去の反実仮想の帰結節を作る。ὦφλε は ὀφλισκάνω(罰金を科される、敗訴する)の2過去直説法。分詞 οὐ μεταλαβών は因果関係を表し、「全票の5分の1を獲得できなかったために」の意。当時のアテネの法制度では、原告が全投票数の5分の1以上を獲得できなかった場合、千ドラクマの罰金刑を科された背景を指している。

  3. 36bὅτι μαθὼν ἐν τῷ βίῳ οὐχ ἡσυχίαν ἦγον

    ὅτι は理由(〜だから)を表す。μανθάνω のアオリスト分詞である μαθών は、ここでは「わざわざ〜する」あるいは「習性・習慣として〜する」というニュアンスを持ち、自嘲的またはアイロニカルに自身の常軌を逸した生き方の動機を説明している。

  4. 37aἑκὼν εἶναι

    制限的・絶対的用法と呼ばれる不定詞の慣用表現で、主に否定文で用いられて「私の意志として」「自発的に、わざわざ」という意味を表す。ここでは μηδένα ἀδικεῖν(誰も害さない)にかかる。

  5. 37bὧν εὖ οἶδά τι κακῶν ὄντων

    関係代名詞 ὧν は、先行詞 τούτων が省略されてその格(属格)に吸引(attraction)されたもの。元々の構造は τούτων ἃ εὖ οἶδα κακὰ ὄντα という、知覚を表す動詞 οἶδα に伴う対格不定詞/対格分詞構文(二重対格)の形から派生している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-22)
  • 2026-09-22 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg0059.tlg002.humanitext-grc2:36-37