§3.1Καὶ εἶπεν Κύριος πρὸς μέ Ἔτι πορεύθητι καὶ ἀγάπησον γυναῖκα ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίν, καθὼς ἀγαπῷ ὁ θεὸς τοὺς υἱοὺς Ἰσραήλ, καὶ αὐτοὶ ἐπιβλέπουσιν ἐπὶ θεοὺς ἀλλοτρίους καὶ φιλοῦσιν πέμματα μετὰ σταφίδος.
여호와께서 내게 이르시되 "너는 다시 가서 악을 사랑하고 음녀가 된 여인을 사랑하라. 이는 이스라엘 자손이 다른 신들을 바라보고 건포도 과자를 즐길지라도 여호와가 그들을 사랑함과 같으니라" 하시니라.
§3.2καὶ ἐμισθωσάμην ἐμαυτῷ πέντε καὶ δέκα ἀργυρίου καὶ γόμορ κριθῶν καὶ νέβελ οἴνου, §3.3καὶ εἶπα πρὸς αὐτήν Ἡμέρας πολλὰς καθήσῃ ἐπʼ ἐμοί, καὶ οὐ μὴ πορνεύσῃς οὐδέ μὴ γένῃ ἀνδρί, καὶ ἐγὼ ἐπὶ σοί.
내가 은 열다섯 개와 보리 한 호멜과 포도주 한 가죽부대로 나를 위하여 그녀를 사고, 그녀에게 이르기를 "너는 많은 날 동안 나와 함께 지내며 음행하지 말고 다른 남자의 아내가 되지 말라. 나도 네게 그러하리라" 하였노라.
§3.4διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος οὐδὲ οὕσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου οὐδὲ ἱερατίας οὐδὲ δήλων. §3.5καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐπιζητήσουσιν Κύριον τὸν θεὸν αὐτῶν καὶ Δαυεὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπʼ ἐσχάτων τῶν ἡμερῶν.
이는 이스라엘 자손들이 많은 날 동안 왕도 없고 지도자도 없고 제사도 없고 제단도 없고 제사장 직분도 없고 우림도 없이 지내다가, 그 후에 이스라엘 자손이 돌아와서 그들의 하나님 여호와와 그들의 왕 다윗을 찾고, 마지막 날에는 여호와와 그의 은총을 경외함으로 맞이하리라.