§13.8.1καὶ μετʼ ὀλίγας ἡμέρας μετὰ τῶν Συρακοσίων ἐξήγαγε τὴν δύναμιν ἐπὶ τοὺς Ἀθηναίους.
그리고 며칠 후, 길리포스는 시라쿠사인들과 함께 군대를 아테네인들을 상대로 출격시켰다.
γενομένης δὲ μάχης ἰσχυρᾶς Λάμαχος ὁ τῶν Ἀθηναίων στρατηγὸς μαχόμενος ἐτελεύτησε·
격렬한 전투가 벌어졌고, 아테네의 장군 라마코스가 전투 중에 전사했다.
πολλῶν δὲ παρʼ ἀμφοτέρων ἀναιρεθέντων ἐνίκησαν Ἀθηναῖοι.
양측에서 많은 이들이 전사했으나 아테네인들이 승리했다.
§13.8.2μετὰ δὲ τὴν μάχην παραγενομένων τρισκαίδεκα τριήρων ἐκ Κορίνθου, τοὺς ἐκ τῶν πληρωμάτων ἀναλαβὼν ὁ Γύλιππος μετὰ τῶν Συρακοσίων προσέβαλε τῇ παρεμβολῇ τῶν πολεμίων, καὶ τὰς Ἐπιπολὰς ἐπολιόρκει.
이 전투 후에 코린토스로부터 삼단노선 열세 척이 도착하자, 길리포스는 그 승조원들을 이끌고 시라쿠사인들과 함께 적의 진영을 공격했으며, 에피폴라이를 포위 공격했다.
ἐξελθόντων δὲ τῶν Ἀθηναίων συνῆψαν μάχην οἱ Συρακόσιοι, καὶ πολλοὺς τῶν Ἀθηναίων ἀποκτείναντες ἐνίκησαν, καὶ διʼ ὅλης τῆς Ἐπιπολῆς τὸ τεῖχος κατέσκαψαν·
아테네인들이 출격하자 시라쿠사인들은 전투를 벌였고, 많은 아테네인을 죽이고 승리하여 에피폴라이 전역에 걸쳐 성벽을 허물었다.
οἱ δʼ Ἀθηναῖοι καταλιπόντες τὸν πρὸς ταῖς Ἐπιπολαῖς τόπον πᾶσαν τὴν δύναμιν εἰς τὴν ἄλλην παρεμβολὴν μετήγαγον.
아테네인들은 에피폴라이 부근의 장소를 버리고 전 군세를 다른 진영으로 옮겼다.
§13.8.3τούτων δὲ πραχθέντων οἱ Συρακόσιοι μὲν πρέσβεις ἀπέστειλαν εἰς Κόρινθον καὶ Λακεδαίμονα περὶ βοηθείας·
이 일들이 행해지자, 시라쿠사인들은 지원을 청하기 위해 코린토스와 라케다이몬에 사절을 파견했다.
οἷς ἀπέστειλαν Κορίνθιοι μετὰ Βοιωτῶν μὲν καὶ Σικυωνίων χιλίους, Σπαρτιᾶται δʼ ἑξακοσίους·
코린토스인들은 보이오티아인 및 시큐온인들과 함께 그들에게 1,000명을 보냈고, 스파르타인들은 600명을 보냈다.
§13.8.4Γύλιππος δὲ περιπορευόμενος τὰς κατὰ Σικελίαν πόλεις πολλοὺς προετρέπετο συμμαχεῖν, καὶ λαβὼν στρατιώτας παρά τε τῶν Ἱμεραίων καὶ Σικανῶν τρισχιλίους ἦγε διὰ τῆς μεσογείου.
길리포스는 시켈리아의 도시들을 순회하며 많은 이들에게 동맹을 촉구했고, 히메라인들과 시카노인들에게서 병사 3,000명을 얻어 내륙을 통해 이끌고 나아갔다.
πυθόμενοι δὲ οἱ Ἀθηναῖοι τὴν παρουσίαν αὐτῶν, ἐπιθέμενοι τοὺς ἡμίσεις ἀνεῖλον·
아테네인들은 그들의 도착을 알게 되자, 그들을 공격하여 그 절반을 죽였다.
οἱ δὲ περιλειφθέντες διεσώθησαν εἰς Συρακούσας.
살아남은 자들은 시라쿠사로 도망쳐 몸을 피했다.
§13.8.5ἐλθόντων δὲ τῶν συμμάχων οἱ Συρακόσιοι βουλόμενοι καὶ τῶν κατὰ θάλατταν ἀγώνων ἀντιποιεῖσθαι, τάς τε προϋπαρχούσας ναῦς καθείλκυσαν καὶ ἄλλας προσκατασκευάσαντες.
동맹군이 도착하자, 시라쿠사인들은 해전에서도 승부를 겨루고자 하여, 기존에 있던 배들을 바다로 띄우고 추가로 다른 배들을 건조했다.
ἐν τῷ μικρῷ λιμένι τὰς ἀναπείρας ἐποιοῦντο.
그리고 소항구에서 조선 및 조타 훈련을 실시했다.
§13.8.6Νικίας δὲ ὁ τῶν Ἀθηναίων στρατηγὸς ἀπέστειλεν εἰς Ἀθήνας ἐπιστολάς, ἐν αἷς ἐδήλου ὅτι πολλοὶ πάρεισι σύμμαχοι τοῖς Συρακοσίοις, καὶ διότι ναῦς οὐκ ὀλίγας πληρώσαντες ναυμαχεῖν διέγνωσαν·
아테네의 장군 니키아스는 아테네에 편지들을 보냈는데, 그 편지들에서 시라쿠사인들에게 많은 동맹군이 와 있으며, 적지 않은 배에 승조원을 채워 해전을 벌이기로 결의했음을 밝혔다.
κατὰ τάχος οὖν ἠξίου τριήρεις τε πέμπειν καὶ χρήματα καὶ στρατηγοὺς τοὺς συνδιοικήσοντας τὸν πόλεμον·
그리하여 그는 삼단노선과 자금, 그리고 전쟁을 공동으로 지휘할 장군들을 신속히 보내 줄 것을 요청했다.
Ἀλκιβιάδου μὲν γὰρ πεφευγότος, Λαμάχου δὲ τετελευτηκότος αὐτὸν μόνον ἀπολελεῖφθαι, καὶ ταῦτʼ ἀσθενῶς διακείμενον.
알키비아데스는 망명했고 라마코스는 전사하여 자기 혼자만 남았으며, 그마저도 병약한 상태에 있기 때문이라는 것이었다.
§13.8.7οἱ δʼ Ἀθηναῖοι μετʼ Εὐρυμέδοντος μὲν τοῦ στρατηγοῦ δέκα ναῦς ἀπέστειλαν εἰς Σικελίαν καὶ ἀργυρίου τάλαντα ἑκατὸν τεσσαράκοντα περὶ τὰς χειμερινὰς τροπάς·
아테네인들은 동지 무렵에 장군 에우리메돈과 함께 배 열 척과 은 140달란트를 시켈리아로 보냈으며, 봄철 무렵에는 대함대를 파견할 준비를 하고 있었다.
περὶ δὲ τὴν ἐαρινὴν ὥραν παρεσκευάζοντο μέγαν στόλον ἀποστέλλειν. διόπερ στρατιώτας τε πανταχόθεν παρὰ τῶν συμμάχων κατέγραφον καὶ χρήματα συνήθροιζον.
그리하여 그들은 동맹국들의 사방에서 병사를 모집하고 자금을 모았다.
§13.8.8κατὰ δὲ τὴν Πελοπόννησον οἱ Λακεδαιμόνιοι παροξυνθέντες ὑπὸ Ἀλκιβιάδου τὰς σπονδὰς ἔλυσαν τὰς πρὸς Ἀθηναίους, καὶ ὁ πόλεμος οὗτος διέμεινεν ἔτη δώδεκα.
펠로폰네소스에서는 라케다이몬인들이 알키비아데스에게 선동되어 아테네인들과의 조약을 깨뜨렸고, 이 전쟁은 12년 동안 지속되었다.