§21.25.1ὅτι Ἀμύνανδρος ὁ τῶν Ἀθαμάνων βασιλεύς, δοκῶν ἤδη τὴν ἀρχὴν ἀνειληφέναι βεβαίως, εἰς Ῥώμην ἐξέπεμπε πρεσβευτὰς καὶ πρὸς τοὺς Σκιπίωνας εἰς τὴν Ἀσίαν — ἔτι γὰρ ἦσαν περὶ τοὺς κατὰ τὴν Ἔφεσον τόπους — §21.25.2τὰ μὲν ἀπολογούμενος τῷ δοκεῖν διʼ Αἰτωλῶν πεποιῆσθαι τὴν κάθοδον, τὰ δὲ κατηγορῶν τοῦ Φιλίππου, τὸ δὲ πολὺ παρακαλῶν προσδέξασθαι πάλιν αὐτὸν εἰς τὴν συμμαχίαν.
That Amynander, the king of the Athamanes, thinking that he had now securely recovered his sovereignty, sent envoys to Rome and to the Scipios in Asia—for they were still in the neighborhood of Ephesus— partly defending himself against the appearance of having made his return through the agency of the Aetolians, partly accusing Philip, but for the most part entreating them to receive him back into their alliance.
§21.25.3οἱ δʼ Αἰτωλοὶ νομίσαντες ἔχειν εὐφυῆ καιρὸν πρὸς τὸ τὴν Ἀμφιλοχίαν καὶ τὴν Ἀπεραντίαν ἀνακτήσασθαι, προέθεντο στρατεύειν εἰς τοὺς προειρημένους τόπους.
The Aetolians, thinking they had a favorable opportunity to recover Amphilochia and Aperantia, resolved to campaign against the aforementioned places.
§21.25.4ἁθροίσαντος δὲ Νικάνδρου τοῦ στρατηγοῦ πάνδημον στρατιάν, ἐνέβαλον εἰς τὴν Ἀμφιλοχίαν.
When Nicander the general had assembled the whole force of the league, they invaded Amphilochia.
§21.25.5τῶν δὲ πλείστων αὐτοῖς ἐθελοντὴν προσχωρησάντων μετῆλθον εἰς τὴν Ἀπεραντίαν. καὶ τούτων δὲ προσθεμένων ἑκουσίως ἐστράτευσαν εἰς τὴν Δολοπίαν.
As the majority of the inhabitants voluntarily came over to them, they moved on to Aperantia; and when these also willingly joined them, they marched into Dolopia.
§21.25.6οὗτοι δὲ βραχὺν μέν τινα χρόνον ὑπέδειξαν ὡς ἀντιποιησόμενοι, τηρήσαντες τὴν πρὸς Φίλιππον πίστιν· λαβόντες δὲ πρὸ ὀφθαλμῶν τὰ περὶ τοὺς Ἀθαμᾶνας καὶ τὴν τοῦ Φιλίππου, ταχέως μετενόησαν καὶ προσέθεντο πρὸς τοὺς Αἰτωλούς.
These for a short time made a show of resistance, keeping their allegiance to Philip; but when they saw before their eyes the situation of the Athamanes and the... of Philip, they quickly changed their minds and joined the Aetolians.
§21.25.7γενομένης δὲ τῆς τῶν πραγμάτων εὐροίας τοιαύτης, ἀπήγαγε τὴν στρατιὰν ὁ Νίκανδρος εἰς τὴν οἰκείαν, δοκῶν ἠσφαλίσθαι τὰ κατὰ τὴν Αἰτωλίαν τοῖς προειρημένοις ἔθνεσι καὶ τόποις τοῦ μηδένα δύνασθαι κακοποιεῖν τὴν χώραν αὐτῶν.
The course of events having run so smoothly, Nicander led his army back home, thinking that he had secured the borders of Aetolia by means of the aforementioned nations and places, so that no one would be able to ravage their country.
§21.25.8ἄρτι δὲ τούτων συμβεβηκότων καὶ τῶν Αἰτωλῶν ἐπὶ τοῖς γεγονόσι φρονηματιζομένων, προσέπεσε φήμη περὶ τῆς κατὰ τὴν Ἀσίαν μάχης, ἐν ᾗ γνόντες ἡττημένον ὁλοσχερῶς τὸν Ἀντίοχον αὖθις ἀνετράπησαν ταῖς ψυχαῖς.
Just after these events had occurred and while the Aetolians were feeling proud of their success, a rumor arrived about the battle in Asia; and when they learned that Antiochus had been utterly defeated in it, they were once again utterly cast down in spirit.
§21.25.9ὡς δὲ παραγενηθεὶς ἐκ τῆς Ῥώμης ὁ Δαμοτέλης τόν τε πόλεμον ἀνήγγειλε διότι μένει κατάμονος, καὶ τὴν τοῦ Μάρκου καὶ τῶν δυνάμεων διάβασιν ἐπʼ αὐτούς, τότε δὴ παντελῶς εἰς ἀμηχανίαν ἐνέπιπτον καὶ διηπόρουν πῶς δεῖ χρήσασθαι τοῖς ἐπιφερομένοις πράγμασιν.
And when Damoteles returned from Rome and reported both that the war remained ongoing, and that Marcus and his forces were crossing over against them, then indeed they fell into absolute helplessness and were at a loss how to deal with the impending situation.
§21.25.10ἔδοξεν οὖν αὐτοῖς πρός τε Ῥοδίους πέμπειν καὶ πρὸς Ἀθηναίους, ἀξιοῦντας καὶ παρακαλοῦντας πρεσβεῦσαι περὶ αὐτῶν εἰς τὴν Ῥώμην καὶ παραιτησαμένους τὴν ὀργὴν τῶν Ῥωμαίων ποιήσασθαί τινα λύσιν τῶν περιεστώτων κακῶν τὴν Αἰτωλίαν.
They resolved, therefore, to send to the Rhodians and the Athenians, requesting and entreating them to send embassies on their behalf to Rome, and, by deprecating the anger of the Romans, to bring about some solution to the evils that encompassed Aetolia.
§21.25.11ὁμοίως δὲ καὶ παρʼ αὑτῶν ἐξέπεμψαν πάλιν πρεσβευτὰς εἰς τὴν Ῥώμην, Ἀλέξανδρον τὸν Ἴσιον ἐπικαλούμενον καὶ Φαινέαν, σὺν δὲ τούτοις Χάλεπον. ἔτι δʼ Ἄλυπον τὸν Ἀμβρακιώτην καὶ Λύκωπον. —
Likewise, they also dispatched envoys of their own again to Rome: Alexander, surnamed the Isian, and Phaeneas, and with them Chalepus, and furthermore, Alypus the Ambraciot and Lycopus.