§6.22.1προελθόντι δὲ ὅσον τε στάδιον ἀπὸ τοῦ τάφου σημεῖά ἐστιν ἱεροῦ Κορδάκας ἐπίκλησιν Ἀρτέμιδος, ὅτι οἱ τοῦ Πέλοπος ἀκόλουθοι τὰ ἐπινίκια ἤγαγον παρὰ τῇ θεῷ ταύτῃ καὶ ὠρχήσαντο ἐπιχώριον τοῖς περὶ τὸν Σίπυλον κόρδακα ὄρχησιν.
For one proceeding about a stade from the tomb, there are ruins of a temple of Artemis surnamed Cordaca, because the followers of Pelops celebrated their victory by this goddess and danced the cordax, a dance native to the people around Sipylus.
τοῦ ἱεροῦ δὲ οὐ πόρρω οἴκημά τε οὐ μέγα καὶ κιβωτός ἐστιν ἐν αὐτῷ χαλκῆ· ὀστᾶ τὰ Πέλοπος ἐν τῇ κιβωτῷ φυλάσσουσι.
Not far from the temple is a small building, and in it is a bronze chest; they preserve the bones of Pelops in the chest.
τείχους δὲ ἢ ἄλλου κατασκευάσματος ἐλείπετο οὐδὲν ἔτι, ἄμπελοι δὲ ἦσαν διὰ τοῦ χωρίου πεφυτευμέναι παντός, ἔνθα ἡ Πίσα ᾠκεῖτο.
Of a wall or any other building nothing was left anymore, but vines were planted through the whole place where Pisa used to be inhabited.
§6.22.2οἰκιστὴν μὲν δὴ γενέσθαι τῇ πόλει Πίσον τὸν Περιήρους φασὶ τοῦ Αἰόλου·
They say indeed that the founder of the city was Pisus, the son of Perieres, the son of Aeolus.
Πισαῖοι δὲ ἐφειλκύσαντο αὐθαίρετον συμφορὰν ἀπεχθανόμενοί τε Ἠλείοις καὶ σπουδὴν ποιούμενοι τιθέναι τὸν Ὀλυμπικὸν ἀγῶνα ἀντὶ Ἠλείων, οἵγε Ὀλυμπιάδι μὲν τῇ ὀγδόῃ τὸν Ἀργεῖον ἐπηγάγοντο Φείδωνα τυράννων τῶν ἐν Ἕλλησι μάλιστα ὑβρίσαντα καὶ τὸν ἀγῶνα ἔθεσαν ὁμοῦ τῷ Φείδωνι, τετάρτῃ δὲ Ὀλυμπιάδι καὶ τριακοστῇ στρατὸν οἱ Πισαῖοι καὶ βασιλεὺς αὐτῶν Πανταλέων ὁ Ὀμφαλίωνος παρὰ τῶν προσχώρων ἀθροίσαντες ἐποίησαν ἀντὶ Ἠλείων τὰ Ὀλύμπια.
But the Pisatans brought upon themselves a self-incurred disaster by making themselves hated by the Eleans and by being eager to hold the Olympic games instead of the Eleans; in the eighth Olympiad they brought in Pheidon of Argos, the most insolent of the tyrants among the Greeks, and held the games together with Pheidon, and in the thirty-fourth Olympiad the Pisatans and their king Pantaleon, the son of Omphalion, having gathered an army from their neighbors, celebrated the Olympic games instead of the Eleans.
§6.22.3ταύτας τὰς Ὀλυμπιάδας καὶ ἐπʼ αὐταῖς τὴν τετάρτην τε καὶ ἑκατοστήν, τεθεῖσαν δὲ ὑπὸ Ἀρκάδων, ἀνολυμπιάδας οἱ Ἠλεῖοι καλοῦντες οὐ σφᾶς ἐν καταλόγῳ τῶν Ὀλυμπιάδων γράφουσιν.
These Olympiads, and in addition to them the hundred and fourth, which was held by the Arcadians, the Eleans call 'Anolympiads' and do not register them in their list of Olympiads.
ὀγδόῃ δὲ ἐπὶ ταῖς τεσσαράκοντα Ὀλυμπιάδι Δαμοφῶν ὁ Πανταλέοντος ὑπόνοιαν μέν τινα παρέσχεν Ἠλείοις νεώτερα ἐς αὐτοὺς βουλεύειν, ἐσβαλόντας δὲ ἐς τὴν Πισαίαν σὺν ὅπλοις ἀπελθεῖν οἴκαδε ἀπράκτους ἔπεισε δεήσεσί τε καὶ ὅρκοις.
In the forty-eighth Olympiad Damophon, the son of Pantaleon, gave the Eleans some suspicion that he was plotting a rebellion against them, but when they invaded the Pisatic territory with arms, he persuaded them to return home without accomplishing anything, by means of entreaties and oaths.
§6.22.4Πύρρου δὲ τοῦ Πανταλέοντος μετὰ Δαμοφῶντα τὸν ἀδελφὸν βασιλεύσαντος Πισαῖοι πόλεμον ἑκούσιον ἐπανείλοντο Ἠλείοις, συναπέστησαν δέ σφισιν ἀπὸ Ἠλείων Μακίστιοι καὶ Σκιλλούντιοι, οὗτοι μὲν ἐκ τῆς Τριφυλίας, τῶν δὲ ἄλλων περιοίκων Δυσπόντιοι· τούτοις καὶ μάλιστα ἐς τοὺς Πισαίους οἰκεῖα ἦν, καὶ οἰκιστὴν Δυσποντέα γενέσθαι σφίσιν Οἰνομάου παῖδα ἐμνημόνευον.
When Pyrrhus the son of Pantaleon became king after his brother Damophon, the Pisatans voluntarily undertook a war against the Eleans, and there revolted with them from the Eleans the Macistians and the Scilluntians, these being from Triphylia, and of the other neighbors, the Dyspontians; these had a very close relationship with the Pisatans, and they remembered that their founder Dysponteus was a son of Oenomaus.
Πισαίους μὲν δὴ καὶ ὅσοι τοῦ πολέμου Πισαίοις μετέσχον, ἐπέλαβεν ἀναστάτους ὑπὸ Ἠλείων γενέσθαι·
Indeed, it overtook the Pisatans, and all who had shared with the Pisatans in the war, to be destroyed by the Eleans.
§6.22.5Πύλου δὲ τῆς ἐν τῇ Ἠλείᾳ δῆλα τὰ ἐρείπια κατὰ τὴν ἐξ Ὀλυμπίας ἐστὶν ἐς Ἦλιν ὀρεινὴν ὁδόν, ὀγδοήκοντα δὲ στάδια ἐς Ἦλιν ἀπὸ τῆς Πύλου.
The ruins of Pylos in the Elean territory are clearly visible on the mountain road from Olympia to Elis, and it is eighty stades from Pylos to Elis.
ταύτην τὴν Πύλον ᾤκισε μὲν κατὰ τὰ ἤδη λελεγμένα μοι Μεγαρεὺς ἀνὴρ Πύλων ὁ Κλήσωνος· γενομένη δὲ ὑπὸ Ἡρακλέους ἀνάστατος καὶ αὖθις ἐπισυνοικισθεῖσα ὑπὸ Ἠλείων, ἔμελλεν ἀνὰ χρόνον οὐχ ἕξειν οἰκήτορας.
This Pylos was founded, according to what I have already stated, by a Megarian named Pylon, the son of Cleson; though it was laid waste by Heracles and afterwards recolonized by the Eleans, it was destined in course of time to have no inhabitants.
παρὰ δὲ αὐτὴν ποταμὸς Λάδων κάτεισιν ἐς τὸν Πηνειόν.
Beside it the river Ladon flows down into the Peneus.