§6.21.6ἐν ταύτῃ τῇ χώρᾳ λόφος ἐστὶν ἀνήκων ἐς ὀξύ, ἐπὶ δὲ αὐτῷ πόλεως Φρίξας ἐρείπια καὶ Ἀθηνᾶς ἐστιν ἐπίκλησιν Κυδωνίας ναός.
In this country there is a hill rising to a sharp peak, and upon it are the ruins of the city Phrixa and a temple of Athena with the surname Cydonia.
οὗτος μὲν οὐ τὰ πάντα ἐστὶ σῶς, βωμὸς δὲ καὶ ἐς ἐμὲ ἔτι· ἱδρύσασθαι δὲ τῇ θεῷ τὸ ἱερὸν Κλύμενόν φασιν ἀπόγονον Ἡρακλέους τοῦ Ἰδαίου, παραγενέσθαι δὲ αὐτὸν ἀπὸ Κυδωνίας τῆς Κρητικῆς καὶ τοῦ Ἰαρδάνου ποταμοῦ.
This temple is not entirely preserved, but the altar is still there in my time; they say that Clymenus, a descendant of the Idaean Heracles, founded the temple for the goddess, and that he had come from Cydonia in Crete and the river Iardanus.
λέγουσι δὲ καὶ Πέλοπα οἱ Ἠλεῖοι τῇ Ἀθηνᾷ θῦσαι τῇ Κυδωνίᾳ πρὶν ἢ ἐς τὸν ἀγῶνα αὐτὸν τῷ Οἰνομάῳ καθίστασθαι.
The Eleans also say that Pelops sacrificed to Cydonian Athena before he entered the contest with Oenomaus.
§6.21.7προϊόντι δὲ ἐντεῦθεν τό τε ὕδωρ τῆς Παρθενίας ἐστὶ καὶ πρὸς τῷ ποταμῷ τάφος ἵππων τῶν Μάρμακος·
Going on from there, there is the water of the Parthenias, and by the river is the tomb of the horses of Marmax.
Ἱπποδαμείας δὲ μνηστῆρα ἔχει λόγος ἀφικέσθαι πρῶτον τοῦτον Μάρμακα καὶ ἀποθανεῖν ὑπὸ τοῦ Οἰνομάου πρὸ τῶν ἄλλων, ὀνόματα δὲ αὐτοῦ ταῖς ἵπποις Παρθενίαν τε εἶναι καὶ Ἐρίφαν—Οἰνόμαον δὲ ἐπικατασφάξαι μὲν τὰς ἵππους τῷ Μάρμακι, μεταδοῦναι μέντοι καὶ ταύταις ταφῆναι—, καὶ ὄνομα Παρθενίας τῷ ποταμῷ ἀπὸ ἵππου τῆς Μάρμακος.
The story goes that this Marmax arrived first as a suitor of Hippodameia and was killed by Oenomaus before the others, and that the names of his horses were Parthenia and Eripha—Oenomaus slaughtered the horses over Marmax, but allowed them also to be buried—and the name of the river Parthenias is derived from the horse of Marmax.
§6.21.8ἔστι δὲ καὶ ἄλλος Ἁρπινάτης καλούμενος ποταμὸς καὶ οὐ πολὺ ἀπὸ τοῦ ποταμοῦ πόλεως Ἁρπίνης ἄλλα τε ἐρείπια καὶ μάλιστα οἱ βωμοί· οἰκίσαι δὲ Οἰνόμαον τὴν πόλιν καὶ θέσθαι τὸ ὄνομα ἀπὸ τῆς μητρὸς λέγουσιν Ἁρπίνης.
There is also another river called Harpinates, and not far from the river are other ruins of the city Harpina, especially the altars; they say that Oenomaus founded the city and gave it its name after his mother Harpina.
§6.21.9προελθόντι δὲ οὐ πολὺ γῆς χῶμά ἐστιν ὑψηλόν, τῶν μνηστήρων τῶν Ἱπποδαμείας τάφος.
Proceeding a little further, there is a high mound of earth, the tomb of the suitors of Hippodameia.
Οἰνόμαον μὲν οὖν ἐγγὺς ἀλλήλων κρύπτειν γῇ φασιν οὐκ ἐπιφανῶς αὐτούς· Πέλοψ δὲ ὕστερον μνῆμα ἐν κοινῷ σφισιν ἐπὶ μέγα ἐξῆρε τιμῇ τῇ ἐς αὐτοὺς καὶ Ἱπποδαμείας χάριτι, δοκεῖν δέ μοι καὶ ὑπόμνημα ἐς τοὺς ἔπειτα ὅσων τε καὶ οἵων τὸν Οἰνόμαον κρατήσαντα ἐνίκησεν αὐτός.
Now they say that Oenomaus buried them near one another without distinction; but Pelops afterwards raised a great monument in common for them, out of honor to them and to please Hippodameia, and also, as it seems to me, as a memorial to posterity of how many and what sort of men Oenomaus had mastered before Pelops himself conquered him.
§6.21.10ἀπέθανον δὲ ὑπὸ τοῦ Οἰνομάου κατὰ τὰ ἔπη τὰς μεγάλας Ἠοίας Ἀλκάθους ὁ Πορθάονος, δεύτερος οὗτος ἐπὶ τῷ Μάρμακι, μετὰ δὲ Ἀλκάθουν Εὐρύαλος καὶ Εὐρύμαχός τε καὶ Κρόταλος·
According to the epic poem the Great Eoeae, there were killed by Oenomaus Alcathous the son of Porthaon, who was the second after Marmax, and after Alcathous, Euryalus, Eurymachus, and Crotalus.
τούτων μὲν οὖν γονέας τε καὶ πατρίδας οὐχ οἷά τε ἦν πυθέσθαι μοι, τὸν δὲ ἀποθανόντα ἐπʼ αὐτοῖς Ἀκρίαν τεκμαίροιτο ἄν τις Λακεδαιμόνιόν τε εἶναι καὶ οἰκιστὴν Ἀκριῶν.
Now of these I was not able to learn the parents and countries, but as for Acrias, who was killed after them, one might conjecture that he was a Lacedaemonian and the founder of Acriae.
ἐπὶ δὲ τῷ Ἀκρίᾳ Κάπετόν φασιν ὑπὸ τοῦ Οἰνομάου φονευθῆναι καὶ Λυκοῦργον Λάσιόν τε καὶ Χαλκώδοντα καὶ Τρικόλωνον· ἀπόγονον δὲ αὐτὸν εἶναι καὶ ὁμώνυμον Τρικολώνῳ τῷ Λυκάονος λέγουσιν οἱ Ἀρκάδες.
After Acrias, they say Capetus was slain by Oenomaus, and Lycurgus, Lasius, Chalcodon, and Tricolonus; and the Arcadians say that this last was a descendant and namesake of Tricolonus the son of Lycaon.
§6.21.11Τρικολώνου δὲ ὕστερον ἐπέλαβεν ἐν τῷ δρόμῳ τὸ χρεὼν Ἀριστόμαχόν τε καὶ Πρίαντα, ἔτι δὲ Πελάγοντα καὶ Αἰόλιόν τε καὶ Κρόνιον.
After Tricolonus, fate overtook Aristomachus and Prias in the race, and also Pelagon, Aeolius, and Cronius.
οἱ δὲ καὶ ἐπαριθμοῦσι τοῖς κατειλεγμένοις Ἐρύθραν παῖδα Λεύκωνος τοῦ Ἀθάμαντος—ἀπὸ τούτου Ἐρυθραὶ πόλισμα ἐκαλεῖτο Βοιωτῶν—καὶ Ἠιονέα Μάγνητος τοῦ Αἰόλου.
Some also add to those enumerated Erythras, the son of Leucon the son of Athamas—from whom Erythrae, a town of the Boeotians, was named—and Eioneus, the son of Magnes the son of Aeolus.
τούτοις μὲν δὴ ἐνταῦθά ἐστι τὸ μνῆμα, καὶ τὸν Πέλοπα, ἡνίκα τῶν Πισαίων ἔσχε τὴν ἀρχήν, φασὶν ἐναγίζειν αὐτοῖς ἀνὰ πᾶν ἔτος.
For these indeed there is the monument here, and they say that Pelops, when he held the rule over the Pisatans, used to make offerings to them every year.