Humanitext Reader

保萨尼亚斯 · 希腊志 §6.22.1-6.22.5

比萨的灭亡史与伊利斯境内的皮洛斯

第 253 段,共 465 段 · 希腊语

内容简介

作者记述了比萨近郊的阿耳忒弥斯神庙遗迹及保存佩洛普斯遗骨的青铜箱,接着叙述了比萨因与伊利斯争夺奥运会主办权而导致的灭亡历史,以及伊利斯境内皮洛斯的遗迹。

§6.22.1προελθόντι δὲ ὅσον τε στάδιον ἀπὸ τοῦ τάφου σημεῖά ἐστιν ἱεροῦ Κορδάκας ἐπίκλησιν Ἀρτέμιδος, ὅτι οἱ τοῦ Πέλοπος ἀκόλουθοι τὰ ἐπινίκια ἤγαγον παρὰ τῇ θεῷ ταύτῃ καὶ ὠρχήσαντο ἐπιχώριον τοῖς περὶ τὸν Σίπυλον κόρδακα ὄρχησιν.
从那座坟墓前行大约一斯塔德,便能看见被称为科尔达克斯的阿耳忒弥斯神庙的遗迹,因为佩洛普斯的随从们曾在这位女神身旁庆祝胜利,并跳起了西皮洛斯山一带居民相传的科尔达克斯舞。
τοῦ ἱεροῦ δὲ οὐ πόρρω οἴκημά τε οὐ μέγα καὶ κιβωτός ἐστιν ἐν αὐτῷ χαλκῆ· ὀστᾶ τὰ Πέλοπος ἐν τῇ κιβωτῷ φυλάσσουσι.
离神庙不远处有一座不大不小的房屋,里面有一个青铜箱;他们在这箱子里保存着佩洛普斯的遗骨。
τείχους δὲ ἢ ἄλλου κατασκευάσματος ἐλείπετο οὐδὲν ἔτι, ἄμπελοι δὲ ἦσαν διὰ τοῦ χωρίου πεφυτευμέναι παντός, ἔνθα ἡ Πίσα ᾠκεῖτο.
在曾经是比萨城的地方,城墙或其他建筑物都已荡然无存,整个土地上都种满了葡萄树。
§6.22.2οἰκιστὴν μὲν δὴ γενέσθαι τῇ πόλει Πίσον τὸν Περιήρους φασὶ τοῦ Αἰόλου·
据说,这座城市的创建者是埃奥洛斯之子佩里埃雷斯的儿子皮索斯。
Πισαῖοι δὲ ἐφειλκύσαντο αὐθαίρετον συμφορὰν ἀπεχθανόμενοί τε Ἠλείοις καὶ σπουδὴν ποιούμενοι τιθέναι τὸν Ὀλυμπικὸν ἀγῶνα ἀντὶ Ἠλείων, οἵγε Ὀλυμπιάδι μὲν τῇ ὀγδόῃ τὸν Ἀργεῖον ἐπηγάγοντο Φείδωνα τυράννων τῶν ἐν Ἕλλησι μάλιστα ὑβρίσαντα καὶ τὸν ἀγῶνα ἔθεσαν ὁμοῦ τῷ Φείδωνι, τετάρτῃ δὲ Ὀλυμπιάδι καὶ τριακοστῇ στρατὸν οἱ Πισαῖοι καὶ βασιλεὺς αὐτῶν Πανταλέων ὁ Ὀμφαλίωνος παρὰ τῶν προσχώρων ἀθροίσαντες ἐποίησαν ἀντὶ Ἠλείων τὰ Ὀλύμπια.
然而,比萨人因招致伊利斯人的怨恨,并极力想取代伊利斯人举办奥林匹克竞技会,从而自食其果,招来了灾祸:在第八届奥林匹克运动会时,他们引进了阿哥斯人斐冬(希腊僭主中最骄横者),并与斐冬共同举办了竞技会;在第三十四届奥林匹克运动会时,比萨人及其国王(昂法利翁之子攀达莱翁)从邻近地区集结军队,取代伊利斯人举办了奥林匹克运动会。
§6.22.3ταύτας τὰς Ὀλυμπιάδας καὶ ἐπʼ αὐταῖς τὴν τετάρτην τε καὶ ἑκατοστήν, τεθεῖσαν δὲ ὑπὸ Ἀρκάδων, ἀνολυμπιάδας οἱ Ἠλεῖοι καλοῦντες οὐ σφᾶς ἐν καταλόγῳ τῶν Ὀλυμπιάδων γράφουσιν.
这些届奥林匹克运动会,以及此后由阿卡迪亚人举办的第一百零四届,伊利斯人都称之为“非奥林匹克会”,且不将它们列入自己的奥林匹克名录中。
ὀγδόῃ δὲ ἐπὶ ταῖς τεσσαράκοντα Ὀλυμπιάδι Δαμοφῶν ὁ Πανταλέοντος ὑπόνοιαν μέν τινα παρέσχεν Ἠλείοις νεώτερα ἐς αὐτοὺς βουλεύειν, ἐσβαλόντας δὲ ἐς τὴν Πισαίαν σὺν ὅπλοις ἀπελθεῖν οἴκαδε ἀπράκτους ἔπεισε δεήσεσί τε καὶ ὅρκοις.
在第四十八届奥林匹克运动会时,攀达莱翁之子达莫丰曾引起伊利斯人对其图谋不轨的怀疑,但当伊利斯人持兵器入侵比萨领地时,他通过恳求和誓言说服了他们,使其无功而返。
§6.22.4Πύρρου δὲ τοῦ Πανταλέοντος μετὰ Δαμοφῶντα τὸν ἀδελφὸν βασιλεύσαντος Πισαῖοι πόλεμον ἑκούσιον ἐπανείλοντο Ἠλείοις, συναπέστησαν δέ σφισιν ἀπὸ Ἠλείων Μακίστιοι καὶ Σκιλλούντιοι, οὗτοι μὲν ἐκ τῆς Τριφυλίας, τῶν δὲ ἄλλων περιοίκων Δυσπόντιοι·
在达莫丰的兄弟皮洛斯继位为王之后,比萨人自愿重新挑起了对伊利斯人的战争,而麦基斯托斯人和斯基伦斯人也与他们一同脱离伊利斯人,这些人来自特里菲利亚,而其他邻近居民中,迪斯蓬蒂翁人也加入了进来。
τούτοις καὶ μάλιστα ἐς τοὺς Πισαίους οἰκεῖα ἦν, καὶ οἰκιστὴν Δυσποντέα γενέσθαι σφίσιν Οἰνομάου παῖδα ἐμνημόνευον.
这些人与比萨人的关系尤为亲密,他们还记得自己的创建者迪斯蓬特乌斯是俄伊诺马奥斯的儿子。
Πισαίους μὲν δὴ καὶ ὅσοι τοῦ πολέμου Πισαίοις μετέσχον, ἐπέλαβεν ἀναστάτους ὑπὸ Ἠλείων γενέσθαι·
最后,比萨人以及所有在这场战争中与比萨人同盟的人,都遭遇了被伊利斯人消灭的命运。
§6.22.5Πύλου δὲ τῆς ἐν τῇ Ἠλείᾳ δῆλα τὰ ἐρείπια κατὰ τὴν ἐξ Ὀλυμπίας ἐστὶν ἐς Ἦλιν ὀρεινὴν ὁδόν, ὀγδοήκοντα δὲ στάδια ἐς Ἦλιν ἀπὸ τῆς Πύλου.
伊利斯境内的皮洛斯遗迹,在从奥林匹亚通往山地伊利斯的道路旁清晰可见,从皮洛斯到伊利斯有八十斯塔德。
ταύτην τὴν Πύλον ᾤκισε μὲν κατὰ τὰ ἤδη λελεγμένα μοι Μεγαρεὺς ἀνὴρ Πύλων ὁ Κλήσωνος· γενομένη δὲ ὑπὸ Ἡρακλέους ἀνάστατος καὶ αὖθις ἐπισυνοικισθεῖσα ὑπὸ Ἠλείων, ἔμελλεν ἀνὰ χρόνον οὐχ ἕξειν οἰκήτορας.
正如我此前所说,这座皮洛斯是由美加拉人、克勒松之子皮隆创建的;尽管它曾被赫拉克勒斯毁灭,后来又由伊利斯人重新移民,但随着时间的推移,它注定会变得荒无人烟。
παρὰ δὲ αὐτὴν ποταμὸς Λάδων κάτεισιν ἐς τὸν Πηνειόν.
拉东河在其旁流过,汇入皮涅奥斯河。

词汇与语法注释

  1. 6.22.1προελθόντι — 常用于地理和游记描述中的关系与格(dativus iudicantis),意为“对于(从那儿)前行的人来说”。
  2. 6.22.2οἵγε — 带有强调小词 γε 的关系代名词 ὅς γε 的复数主格。在此引导原因关系从句,用以指明“正因为他们……(才自招了灾祸)”。
  3. 6.22.4ἐπέλαβεν — 动词 ἐπιλαμβάνω(不定过去时 active 第三人称单数)的自动词或非人称用法,意为“(命运等)袭击、降临于”。它以宾格短语(Πισαίους μὲν δὴ...)为宾语,并由不定式从句(ἀναστάτους... γενέσθαι)构成降临其上的命运的具体内容。

引用这一段

保萨尼亚斯, 希腊志 §6.22.1-6.22.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.22.1-6.22.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。