OriginalEnglish translation
§13.1.37ὅ τε Πολίτης
"
ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθώς,
τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος,
"
μάταιος ἦν.
And Polites, "who sat as a lookout for the Trojans, relying on his swiftness of foot, upon the topmost tomb of old Aesyetes, "would have been foolish.
καὶ γὰρ εἰ ἐπʼ ἀκροτάτῳ, ὅμως πολὺ ἂν μείζονος ὕψους τῆς ἀκροπόλεως ἐσκόπευεν ἐξ ἴσου σχεδόν τι διαστήματος, μὴ δεόμενος μηδὲν τῆς ποδωκείας τοῦ ἀσφαλοῦς χάριν· πέντε γὰρ διέχει σταδίους ὁ νῦν δεικνύμενος τοῦ Αἰσυήτου τάφος κατὰ τὴν εἰς Ἀλεξάνδρειαν ὁδόν.
For even if he was on the topmost part, yet they would have kept watch from the far greater height of the acropolis from almost an equal distance, without him needing swiftness of foot at all for safety's sake; for the tomb of Aesyetes now pointed out is five stadia distant along the road to Alexandria.
οὐδʼ ἡ τοῦ Ἕκτορος δὲ περιδρομὴ ἡ περὶ τὴν πόλιν ἔχει τι εὔλογον· οὐ γάρ ἐστι περίδρομος ἡ νῦν διὰ τὴν συνεχῆ ῥάχιν· ἡ δὲ παλαιὰ ἔχει περιδρομήν.
Nor does Hector's pursuit around the city have anything reasonable; for the present city cannot be run around because of the continuous ridge, but the ancient city does allow a running around.
§13.1.38οὐδὲν δʼ ἴχνος σώζεται τῆς ἀρχαίας πόλεως.
But no trace of the ancient city is preserved.
εἰκότως· ἅτε γὰρ ἐκπεπορθημένων τῶν κύκλῳ πόλεων, οὐ τελέως δὲ κατεσπασμένων, ταύτης δʼ ἐκ βάθρων ἀνατετραμμένης, οἱ λίθοι πάντες εἰς τὴν ἐκείνων ἀνάληψιν μετηνέχθησαν.
And naturally so; for since the surrounding cities were plundered but not completely demolished, while this one was overturned from its foundations, all the stones were carried away for the restoration of those cities.
Ἀρχαιάνακτα γοῦν φασι τὸν Μιτυληναῖον ἐκ τῶν ἐκεῖθεν λίθων τὸ Σίγειον τειχίσαι.
At any rate, they say that Archayanax of Mitylene fortified Sigeum with the stones brought from there.
τοῦτο δὲ κατέσχον μὲν Ἀθηναῖοι Φρύνωνα τὸν ὀλυμπιονίκην πέμψαντες, Λεσβίων ἐπιδικαζομένων σχεδόν τι τῆς συμπάσης Τρῳάδος· ὧν δὴ καὶ κτίσματά εἰσιν αἱ πλεῖσται τῶν κατοικιῶν, αἱ μὲν συμμένουσαι καὶ νῦν αἱ δʼ ἠφανισμέναι.
The Athenians took possession of this place, sending Phrynon the Olympic victor, while the Lesbians laid claim to almost the whole of the Troad; indeed, most of the settlements are their foundations, some remaining even now and others having disappeared.
Πιττακὸς δʼ ὁ Μιτυληναῖος, εἷς τῶν ἑπτὰ σοφῶν λεγομένων, πλεύσας ἐπὶ τὸν Φρύνωνα στρατηγὸν διεπολέμει τέως διατιθεὶς καὶ πάσχων κακῶς, ὕστερον δʼ ἐκ μονομαχίας, προκαλεσαμένου τοῦ Φρύνωνος, ἁλιευτικὴν ἀναλαβὼν σκευὴν συνέδραμε, καὶ τῷ μὲν ἀμφιβλήστρῳ περιέβαλε τῇ τριαίνῃ δὲ καὶ τῷ ξιφιδίῳ ἔπειρε καὶ ἀνεῖλε.
Pittacus of Mitylene, one of the so-called Seven Sages, having sailed against Phrynon the general, continued the war for some time, inflicting and suffering damage, but later, in a single combat, when Phrynon challenged him, he took up a fisherman's gear and ran together, and enveloped him with the casting-net, and pierced and killed him with the trident and the dagger.
μένοντος δʼ ἔτι τοῦ πολέμου Περίανδρος διαιτητὴς αἱρεθεὶς ὑπὸ ἀμφοῖν ἔλυσε τὸν πόλεμον.
While the war was still continuing, Periander, chosen as an arbitrator by both sides, brought the war to an end.
§13.1.39Τίμαιον δὲ ψεύσασθαί φησιν ὁ Δημήτριος ἱστοροῦντα ἐκ τῶν λίθων τῶν ἐξ Ἰλίου Περίανδρον ἐπιτειχίσαι τὸ Ἀχίλλειον τοῖς Ἀθηναίοις, βοηθοῦντα τοῖς περὶ Πιττακόν· ἐπιτειχισθῆναι μὲν γὰρ ὑπὸ τῶν Μιτυληναίων τὸν τόπον τοῦτον τῷ Σιγείῳ, οὐ μὴν ἐκ λίθων τοιούτων οὐδʼ ὑπὸ τοῦ Περιάνδρου.
Demetrius says that Timaeus lied when he recorded that Periander, with the stones from Ilium, fortified Achilleium against the Athenians, helping Pittacus and his men; for this place was fortified by the Mitylenaeans against Sigeum, but not indeed with such stones, nor by Periander.
πῶς γὰρ ἂν αἱρεθῆναι διαιτητὴν τὸν προσπολεμοῦντα;
For how could one who was making war against them be chosen as an arbitrator?
Ἀχίλλειον δʼ ἔστιν ὁ τόπος ἐν ᾧ τὸ Ἀχιλλέως μνῆμα, κατοικία μικρά.
Achilleium is the place where the monument of Achilles is, a small settlement.
κατέσκαπται δὲ καὶ τὸ Σίγειον ὑπὸ τῶν Ἰλιέων ἀπειθοῦν· ὑπʼ ἐκείνοις γὰρ ἦν ὕστερον ἡ παραλία πᾶσα ἡ μέχρι Δαρδάνου, καὶ νῦν ὑπʼ ἐκείνοις ἐστί.
Sigeum also was razed by the Ilians for being disobedient; for later all the coast as far as Dardanus was under them, and is under them now.
τὸ δὲ παλαιὸν ὑπὸ τοῖς Αἰολεῦσιν ἦν τὰ πλεῖστα, ὥστε Ἔφορος οὐκ ὀκνεῖ πᾶσαν τὴν ἀπὸ Ἀβύδου μέχρι Κύμης καλεῖν Αἰολίδα.
But in ancient times most of it was under the Aeolians, so that Ephorus does not hesitate to call the whole region from Abydus to Cyme Aeolis.
Θουκυδίδης δέ φησιν ἀφαιρεθῆναι τὴν Τροίαν ὑπὸ Ἀθηναίων τοὺς Μιτυληναίους ἐν τῷ Πελοποννησιακῷ πολέμῳ τῷ Παχητείῳ.
And Thucydides says that the Mitylenaeans were deprived of Troy by the Athenians in the Peloponnesian War under Paches.
§13.1.40λέγουσι δʼ οἱ νῦν Ἰλιεῖς καὶ τοῦτο ὡς οὐδὲ τελέως ἠφανίσθαι συνέβαινεν τὴν πόλιν κατὰ τὴν ἅλωσιν ὑπὸ τῶν Ἀχαιῶν, οὐδʼ ἐξελείφθη οὐδέποτε.
The present Ilians also say this, that the city did not happen to be completely destroyed at its capture by the Achaeans, nor was it ever abandoned.
αἱ γοῦν Λοκρίδες παρθένοι μικρὸν ὕστερον ἀρξάμεναι ἐπέμποντο κατʼ ἔτος· καὶ ταῦτα δʼ οὐχ Ὁμηρικά· οὐδὲ γὰρ τῆς Κασάνδρας φθορὰν οἶδεν Ὅμηρος, ἀλλʼ ὅτι μὲν παρθένος ἦν ὑπʼ ἐκεῖνον τὸν χρόνον λέγει
"
πέφνε γὰρ Ὀθρυονῆα, Καβησόθεν ἔνδον ἐόντα,
ὅς ῥα νέον πτολέμοιο μετὰ κλέος εἰληλούθει.
At any rate, the Locrian maidens, beginning a little later, were sent every year; but these things too are not Homeric; for Homer does not know of the violation of Cassandra, but that she was a maiden at that time he says: "For he slew Othryoneus, who was inside from Cabesus, who had recently come following the fame of war.
ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην,
Κασσάνδρην, ἀνάεδνον.
And he asked for the most beautiful in form of Priam's daughters, Cassandra, without bridal gifts.
"
βίας δὲ οὐδὲ μέμνηται, οὐδʼ ὅτι ἡ φθορὰ τοῦ Αἴαντος ἐν τῇ ναυαγίᾳ κατὰ μῆνιν Ἀθηνᾶς συνέβη ἢ κατὰ τοιαύτην αἰτίαν, ἀλλʼ ἀπεχθανόμενον μὲν τῇ Ἀθηνᾷ κατὰ τὸ κοινὸν εἴρηκεν (ἁπάντων γὰρ εἰς τὸ ἱερὸν ἀσεβησάντων ἅπασιν ἐμήνιεν), ἀπολέσθαι δὲ ὑπὸ Ποσειδῶνος μεγαλορρημονήσαντα· τὰς δὲ Λοκρίδας πεμφθῆναι Περσῶν ἤδη κρατούντων συνέβη.
"And he makes no mention of violence, nor that the destruction of Ajax in the shipwreck happened because of the wrath of Athena or for any such cause, but he has said that he was hated by Athena for a general reason (for since all had committed impiety against the temple, she was angry with all), and that he was destroyed by Poseidon for boasting greatly; and the sending of the Locrian maidens happened when the Persians were already ruling.
Translation, notes and summary are AI-generated drafts, revised through reader feedback.