§2.4.14 Τὰς δὲ καλουμένας ἶνας τὸ μὲν ἔχει αἷμα τὸ δʼ οὐκ ἔχεε, οἷον τὸ τῶν ἐλάφρων καὶ προκῶν.
4 With regard to the so-called fibers, some blood has them and some does not, such as that of deer and roe deer.
διόπερ οὐ πήγνυται τὸ τοιοῦτον αἷμα·
Therefore such blood does not coagulate.
τοὺ γὰρ αἵματος τὸ μὲν ὑδατῶδες μᾶλλον ψυχρὸν ἐστι, διὸ καὶ οὐ πήγνυται, τὸ δὲ γεῶδες πήγνυται συνεξατμίζοντος τού ὑγροῦ· αἱ δʼ ἶνες γῆς εἰσίν.
For the watery part of the blood is colder, wherefore it also does not coagulate, but the earthy part coagulates as the moisture evaporates; and the fibers are of earth.
§2.4.22 συμβαίνει δʼ ἔνιά γε καὶ γλαφυρωτέραν ἔχειν τὴν διάνοιαν τῶν τοιούτων, οὐ διὰ τὴν ψυχρότητα τοῦ αἵματος, ἀλλὰ διὰ τὴν λεπτότητα μᾶλλον καὶ διὰ τὸ καθαρὸν εἶναι· τὸ γὰρ γεῶδες οὐδέτερον ἔχει τούτων.
2 And it happens that some indeed of such animals have a more refined intellect, not because of the coldness of the blood, but rather because of its thinness and purity; for the earthy part has neither of these.
εὐκινητοτέραν γὰρ ἔχουσι τὴν αἴσθησιν τὰ λεπτοτέραν ἔχοντα τὴν ὑγρότητα καὶ καθαρωτέραν.
For those having a thinner and purer moisture have a more easily moved sensation.
διὰ γὰρ τοῦτο καὶ τῶν ἀναίμων ἔνια συνετωτέραν ἔχει τὴν ψυχὴν ἐνίων ἐναίμων, καθάπερ εἴρηται πρότερον, οἷον ἡ μέλιττα καὶ τὸ γένος τὸ τῶν μυρμήκων κἂν εἴ τι ἕτερον τοιοῦτόν ἐστιν.
Indeed, on this account some of the bloodless animals also have a wiser soul than some of the blooded ones, just as was said before, such as the bee and the class of ants and if there is any other such.
δειλότερα δὲ τὰ λίαν ὑδατώδη.
But those that are excessively watery are more cowardly.
ὁ γὰρ φόβος καταψύχει· προωδοποίηται οὖν τῷ πάθει τὰ τοιαύτην ἔχοντα τὴν ἐν τῇ καρδίᾳ κρᾶσιν· τὸ γὰρ ὕδωρ τῷ ψυχρῷ πηκτόν ἐστιν.
For fear chills; those, then, that have such a mixture in the heart are prepared beforehand for this affection; for water is coagulable by cold.
διὸ καὶ τἆλλα τὰ ἄναιμα δειλότερα τῶν ἐναίμων ἐστὶν ὡς ἀπλῶς εἰπεῖν, καὶ ἀκινητίζει τε φοβούμενα καὶ προΐεται περιττώματα καὶ μεταβάλλει ἔνια τὰς χρόας αὐτῶν.
Wherefore also the other bloodless animals are, generally speaking, more cowardly than blooded ones, and when frightened they both remain motionless and emit residues, and some change their colors.
§2.4.3τὰ δὲ πολλὰς ἔχοντα λίαν ἶνας καὶ παχείας γεωδέστερα 3 τὴν φύσιν ἐστὶ καὶ θυμώδη τὸ ἦθος καὶ ἐκστατικὰ διὰ τὸν θυμόν.
But those having too many and thick fibers are more earthy in 3 nature, passionate in character, and easily maddened because of their passion.
θερμότητος γὰρ ποιητικὸν ὁ θυμός, τὰ δὲ στερεὰ θερμανθέντα μᾶλλον θερμαίνει τῶν ὑγρῶν· αἱ δʼ ἶνες στερεὸν καὶ γεῶδες, ὥστε γίνονται οἷον πυρίαι ἐν τῶ αἵματι καὶ ζέσιν ποιοῦσιν ἐν τοῖς θυμοῖς.
For passion is productive of heat, and solid things, when heated, heat more than liquid ones; and fibers are solid and earthy, so that they become like vapor-baths in the blood and produce boiling in passions.
διὸ οἱ ταῦροι καὶ οἱ κάπροι θυμώδεις καὶ ἐκστατικοί· τὸ γὰρ αἷμα τούτων ἰνωδέστατον, καὶ τὸ γε τού ταύρου τάχιστα πήγνυται πάντων.
Wherefore bulls and boars are passionate and easily maddened; for their blood is most fibrous, and that of the bull indeed coagulates quickest of all.
§2.4.4ἐξαιρουμένων δὲ τούτων τῶν ίνῶν οὐ πήγνυται 4 τὸ αἷμα· καθάπερ γὰρ ἐκ πηλοῦ εἴ τις ἐξέλοι τὸ γεῶδες, οὐ πήγνυται τὸ ὕδωρ, οὕτω καὶ τὸ αἷμα· αἱ γὰρ ἶνες γῆς.
But when these fibers are removed, the blood does not coagulate; 4 for just as if one should remove the earthy part from clay, the water does not coagulate, so also with the blood; for the fibers are earth.
μὴ ἐξαιρουμένων δὲ πήγνυται, οἷον ὑγρὰ γῆ ὑπὸ ψύχους· τοῦ γὰρ θερμοῦ ὑπὸ τού ψυ χροῦ ἐνθλιβομένου συνεξατμίζει τὸ ὑγρόν, καθάπερ εἴρηται πρότερον, καὶ πήγνυται οὐχ ὑπὸ θερμοῦ ἀλλ᾿ ὑπὸ ψυχροῦ ξηραινόμενον.
But when they are not removed it coagulates, like wet earth by cold; for when the heat is squeezed out by the cold, the moisture evaporates, just as was said before, and it coagulates being dried not by heat but by cold.
ἐν δὲ τοῖς σώμασιν ὑγρόν ἐστι διὰ τὴν θερμότητα τὴν ἐν τοῖς ζῴοις
But in bodies it is liquid because of the heat in the animals.
§2.4.55 πολλῶν δʼ ἐστὶν αἰτία ἡ τοῦ αἵματος φύσις καὶ κατὰ τὸ ᾖθος τοῖς ζῴοις καὶ κατὰ τὴν αἴσθησιν, εὑλόγωςʼ ὕλη γάρ ἐστι παντὸς τοῦ σώματας· ἡ γὰρ τροφὴ ὕλη, τὸ δʼ αἷμα ἡ ἐσχάτη τροφή.
5 And the nature of the blood is the cause of many things for animals both in character and in sensation, reasonably; for it is the matter of the whole body; for food is matter, and blood is the ultimate food.
πολλὴν οὖν ποιεῖ διαφορὰν θερμὸν ἂν καὶ ψυχρὸν καὶ λεπτὸν καὶ παχὺ καὶ θολερὸν καὶ καθαρόν.
It makes, then, a great difference being hot and cold, and thin and thick, and turbid and pure.
ἰχὼρ δʼ ἐστὶ τὸ ὑδατῶδες τοῦ αἵματος διὰ τὸ μήπω πεπέφσθαι ἢ διεφθάρθαι, ὥστε ὁ μὲν ἐξ ἀνάγκης ίχώρ, ὁ δʼ αὕματος χάριν ἐστίν.
And ichor is the watery part of the blood because of its not yet being concocted or having been corrupted, so that one kind of ichor is of necessity, and the other is for the sake of the blood.