§9.40.1ἐπιστάντων δὲ τῶν ἀρχαιρεσίων ὕπατοι μὲν ἀπεδείχθησαν Λεύκιος Πινάριος καὶ Πόπλιος Φούριος.
When the elections drew near, Lucius Pinarius and Publius Furius were appointed consuls.
ἐν ἀρχῇ δὲ τοῦ ἔτους εὐθὺς ὀττείας τινὸς ἡ πόλις ἐπληρώθη καὶ φόβου δαιμονίου τεράτων τε καὶ σημείων πολλῶν γινομένων.
At the very beginning of the year, the city was filled with a certain ominous apprehension and a superstitious dread, as many portents and prodigies occurred.
καὶ οἵ τε μάντεις ἅπαντες καὶ οἱ τῶν ἱερῶν ἐξηγηταὶ χόλου δαιμόνων μηνύματα εἶναι τὰ γινόμενα ἀπέφαινον, ἱερῶν τινων οὐχ ὁσίως οὐδὲ καθαρῶς ἐπιτελουμένων.
And all the soothsayers and the interpreters of sacred rites declared that the events were signs of the wrath of the gods, because certain sacred rites were being performed in an unholy and impure manner.
§9.40.2καὶ μετʼ οὐ πολὺ νόσος ἐνέσκηψεν εἰς τὰς γυναῖκας ἡ καλουμένη λοιμική, καὶ θάνατος, ὅσος οὔπω πρότερον, μάλιστα δʼ εἰς τὰς ἐγκύμονας.
And not long afterward, a disease called pestilential fell upon the women, and death, such as had never been known before, fell especially upon those who were pregnant.
ὠμοτοκοῦσαί τε γὰρ καὶ νεκρὰ τίκτουσαι συναπέθνησκον τοῖς βρέφεσι, καὶ οὔτε λιτανεῖαι πρὸς ἕδεσι καὶ βωμοῖς γινόμεναι θεῶν, οὔτε καθαρτήριοι θυσίαι περί τε πόλεως καὶ οἴκων ἰδίων ἐπιτελούμεναι παῦλαν αὐταῖς ἔφερον τῶν κακῶν.
For miscarrying and bringing forth dead children, they died together with their infants, and neither the supplications made at the shrines and altars of the gods, nor the expiatory sacrifices performed on behalf of the city and private homes brought them any relief from their miseries.
§9.40.3ἐν τοιαύτῃ δὲ συμφορᾷ τῆς πόλεως οὔσης τοῖς ἐξηγηταῖς τῶν ἱερῶν γίνεται μήνυσις ὑπὸ δούλου τινός, ὅτι μία τῶν ἱεροποιῶν παρθένων τῶν φυλαττουσῶν τὸ ἀθάνατον πῦρ Ὀρβινία τὴν παρθενίαν ἀπολώλεκε καὶ τὰ ἱερὰ θύει τὰ τῆς πόλεως οὐκ οὖσα καθαρά.
While the city was in such a calamity, an information was given to the interpreters of sacred rites by a certain slave, that Orbinia, one of the vestal virgins who guarded the immortal fire, had lost her virginity and, not being pure, was performing the sacred rites of the city.
κἀκεῖνοι μεταστήσαντες αὐτὴν ἀπὸ τῶν ἱερῶν καὶ προθέντες δίκην, ἐπειδὴ καταφανὴς ἐγένετο ἐλεγχθεῖσα, ῥάβδοις τʼ ἐμαστίγωσαν καὶ πομπεύσαντες διὰ τῆς πόλεως ζῶσαν κατώρυξαν.
And they, having removed her from the sacred offices and brought her to trial, when her guilt was clearly proved, scourged her with rods, paraded her through the city, and buried her alive.
§9.40.4τῶν δὲ διαπραξαμένων τὴν ἀνοσίαν φθορὰν ὁ μὲν ἕτερος ἑαυτὸν διεχρήσατο, τὸν δʼ ἕτερον οἱ τῶν ἱερῶν ἐπίσκοποι συλλαβόντες ἐν ἀγορᾷ μάστιξιν αἰκισάμενοι καθάπερ ἀνδράποδον ἀπέκτειναν.
As for those who had accomplished this unholy defilement, one of them made away with himself, while the other was seized by the overseers of the sacred rites in the forum, scourged like a slave, and put to death.
ἡ μὲν οὖν νόσος ἡ κατασκήψασα εἰς τὰς γυναῖκας καὶ ὁ πολὺς αὐτῶν φθόρος μετὰ τοῦτο τὸ ἔργον εὐθὺς ἐπαύσατο.
Thus the disease that had fallen upon the women and their heavy mortality immediately ceased after this deed.