§4.56.1τοσαύτης δὴ γενόμενος ἐξουσίας ὁ Σέξτος κύριος διʼ ἀπάτης καὶ φενακισμοῦ τῶν θεραπόντων τινὰ λαθὼν τοὺς Γαβίους πέμπει πρὸς τὸν πατέρα τήν τʼ ἐξουσίαν, ἣν εἰληφὼς ἦν, δηλώσοντα καὶ πευσόμενον, §4.56.2τί χρὴ ποιεῖν.
Having become master of so great power by deceit and trickery, Sextus, secretly from the Gabians, sent one of his servants to his father, in order to declare the power he had received and to ask what he must do.
ὁ δὲ Ταρκύνιος οὐδὲ τὸν θεράποντα γινώσκειν βουλόμενος, ἃ τὸν υἱὸν ἐκέλευσε ποιεῖν, ἄγων τὸν ἄγγελον προῆλθεν εἰς τὸν παρακείμενον τοῖς βασιλείοις κῆπον·
But Tarquinius, wishing that not even the servant should know what he was ordering his son to do, led the messenger and went out into the garden adjacent to the palace.
ἔτυχον δὲ μήκωνες ἐν αὐτῷ πεφυκυῖαι πλήρεις ἤδη τοῦ καρποῦ καὶ συγκομιδῆς ὥραν ἔχουσαι·
There happened to be poppies growing in it, already full of seed and ripe for harvest.
διεξιὼν δὴ διὰ τούτων τῆς ὑπερεχούσης ἀεὶ μήκωνος τῷ σκήπωνι παίων τὴν κεφαλὴν ἀπήραττε.
Passing through these, striking with his staff, he kept striking off the head of whichever poppy rose above the others.
§4.56.3ταῦτα ποιήσας ἀπέστειλε τὸν ἄγγελον οὐδὲν ἀποκρινάμενος τῷ πολλάκις ἐπερωτῶντι, τὴν Θρασυβούλου τοῦ Μιλησίου διάνοιαν ὡς ἔμοιγε δοκεῖ μιμησάμενος·
Having done this, he sent back the messenger without answering him anything, though he asked repeatedly, imitating, as it seems to me at least, the idea of Thrasybulus of Miletus.
καὶ γὰρ ἐκεῖνος Περιάνδρῳ ποτὲ τῷ Κορινθίων τυράννῳ πυνθανομένῳ διὰ τοῦ πεμφθέντος ἀγγέλου, πῶς ἂν ἐγκρατέστατα τὴν ἀρχὴν κατάσχοι, λόγον μὲν οὐδένα ἀπέστειλεν, ἀκολουθεῖν δὲ τὸν ἥκοντα παρʼ αὐτοῦ κελεύσας, ἦγε διʼ ἀρούρας σιτοσπόρου καὶ τοὺς ὑπερέχοντας τῶν σταχύων ἀποθραύων ἐρρίπτει χαμαὶ διδάσκων, ὅτι δεῖ τῶν ἀστῶν τοὺς δοκιμωτάτους κολούειν τε καὶ διαφθείρειν.
For he too once, when Periander the tyrant of the Corinthians inquired through the messenger he sent how he might most securely maintain his rule, sent back no message, but ordering the one who had come from him to follow, led him through a sown wheat field and, breaking off the tallest of the ears of corn, threw them on the ground, teaching him that he must cut off and destroy the most eminent of the citizens.
§4.56.4τὸ παραπλήσιον δὴ καὶ τοῦ Ταρκυνίου τότε ποιήσαντος συνεὶς τὴν διάνοιαν τοῦ πατρὸς ὁ Σέξτος, ὅτι κελεύει τοὺς ὑπερέχοντας τῶν Γαβίων ἀναιρεῖν, συνεκάλεσεν εἰς ἐκκλησίαν τὸ πλῆθος καὶ πολὺν ὑπὲρ αὑτοῦ λόγον διαθέμενος, ὅτι καταπεφευγὼς εἰς τὴν ἐκείνων πίστιν ἅμα τοῖς ἑταίροις κινδυνεύει συλληφθεὶς ὑπό τινων τῷ πατρὶ παραδοθῆναι, τήν τʼ ἀρχὴν ἕτοιμος ἦν ἀποθέσθαι, καὶ πρὶν ἢ παθεῖν τι δεινὸν ἀπαίρειν ἐκ τῆς πόλεως ἐβούλετο δακρύων ἅμα καὶ τὴν ἑαυτοῦ τύχην κατολοφυρόμενος, ὥσπερ οἱ κατʼ ἀλήθειαν ὑπὲρ τῆς ψυχῆς ἀγωνιῶντες.
When Tarquinius had done the same thing then, Sextus, understanding the meaning of his father, that he was ordering him to put to death the most eminent of the Gabians, called the multitude to an assembly and, having delivered a long speech on his own behalf, saying that having fled to their protection together with his companions, he was in danger of being arrested by certain persons and delivered up to his father, he was ready to lay down his command and wished to depart from the city before he should suffer any dreadful thing, weeping at the same time and bewailing his own fortune, just like those who are in truth fighting for their lives.