§3.62.1ταύταις ταῖς τιμαῖς ὁ Ταρκύνιος οὐκ εὐθὺς ἐχρήσατο λαβών, ὡς οἱ πλεῖστοι γράφουσι τῶν Ῥωμαϊκῶν συγγραφέων, ἀλλʼ ἀποδοὺς τῇ τε βουλῇ καὶ τῷ δήμῳ τὴν διάγνωσιν εἰ ληπτέον αὐτά, ἐπειδὴ πᾶσι βουλομένοις ἦν, τότε προσεδέξατο καὶ πάντα τὸν ἐξ ἐκείνου χρόνον ἕως εἰς τὸ χρεὼν μετέστη στέφανόν τε χρύσεον ἐφόρει καὶ πορφυρᾶν ἐσθῆτα ποικίλην ἠμπίσχετο καὶ σκῆπτρον ἐλεφάντινον ἔχων ἐπὶ θρόνου ἐκαθέζετο ἐλεφαντίνου, καὶ οἱ δώδεκα ῥαβδοῦχοι τοὺς πελέκεις φέροντες ἅμα ταῖς ῥάβδοις δικάζοντί τε αὐτῷ παρίσταντο καὶ πορευομένου προηγοῦντο.
Tarquinius did not immediately make use of these honors upon receiving them, as most of the Roman historians write, but referred the decision to both the senate and the people as to whether they should be accepted; and since it was the wish of all, he then accepted them, and for all the time from then until he departed this life, he wore the golden crown, clothed himself in the variegated purple garment, and sat upon an ivory throne holding an ivory sceptre, while the twelve lictors, carrying the axes together with the rods, stood by him when he administered justice and went before him when he walked.
§3.62.2οὗτος ὁ κόσμος ἅπας καὶ τοῖς μετʼ ἐκεῖνον τὴν βασιλικὴν ἀρχὴν ἔχουσι παρέμεινε καὶ μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων τοῖς κατʼ ἐνιαυτὸν ὑπάτοις ἔξω τοῦ στεφάνου καὶ τῆς ποικίλης ἐσθῆτος· ταῦτα δʼ αὐτῶν ἀφῃρέθη μόνα φορτικὰ δόξαντα εἶναι καὶ ἐπίφθονα.
All this ornament remained also to those who held the royal power after him, and, after the expulsion of the kings, to the annual consuls, except for the crown and the variegated garment; for these alone were taken away from them, appearing to be burdensome and invidious.
πλὴν ὅταν ἐκ πολέμου νίκην κατάγοντες θριάμβου παρὰ τῆς βουλῆς ἀξιωθῶσι, τότε καὶ χρυσοφοροῦσι καὶ ποικίλαις ἁλουργίσιν ἀμφιέννυνται.
Except when, bringing home victory from war, they are deemed worthy of a triumph by the senate; then they both wear gold and clothe themselves in variegated purple robes.
ὁ μὲν οὖν πρὸς τοὺς Τυρρηνοὺς συστὰς Ταρκυνίῳ πόλεμος ἔτη κατασχὼν ἐννέα τοιαύτην ἔσχε τὴν συντέλειαν.
Thus the war that arose against the Tyrrhenians for Tarquinius, having lasted nine years, had such an end.