§19.91.1ἐπεὶ δὲ προάγων κατήντησεν εἰς Μεσοποταμίαν, τῶν ἐν Κάραις κατῳκισμένων Μακεδόνων οὓς μὲν ἔπεισεν, οὓς δʼ ἐβιάσατο συστρατεύειν αὐτῷ.
When he in his advance arrived in Mesopotamia, of the Macedonians who had settled in Carrhae, some he persuaded and others he compelled to campaign with him.
ὡς δʼ εἰς τὴν Βαβυλωνίαν ἐνέβαλεν, οἱ πλείους τῶν ἐγχωρίων ἀπήντων καὶ προστιθέμενοι πᾶν ἔφασαν αὐτῷ τὸ δοκοῦν συμπράξειν·
And when he invaded Babylonia, most of the inhabitants met him and, joining his side, declared that they would cooperate with him in everything that seemed good to him.
§19.91.2τετραετῆ γὰρ χρόνον γεγονὼς σατράπης τῆς χώρας ταύτης πᾶσι προσενήνεκτο καλῶς, ἐκκαλούμενος τὴν εὔνοιαν τοῦ πλήθους καὶ πόρρωθεν προπαρασκευαζόμενος τοὺς συμπράξοντας, ἐὰν αὐτῷ δοθῇ καιρὸς ἀμφισβητεῖν ἡγεμονίας.
For, having been satrap of this region for a period of four years, he had behaved kindly toward all, eliciting the goodwill of the multitude and preparing far in advance those who would cooperate with him, if an opportunity should be given to him to dispute the hegemony.
§19.91.3προσεχώρησε δʼ αὐτῷ καὶ Πολύαρχος, τεταγμένος ἐπί τινος διοικήσεως, μετὰ στρατιωτῶν πλειόνων ἢ χιλίων.
Polyarchus also, who had been stationed in charge of a certain administration, came over to him with more than a thousand soldiers.
οἱ δὲ διαφυλάττοντες τὴν πρὸς Ἀντίγονον φιλίαν, ὁρῶντες ἀκατάσχετον οὖσαν τὴν τοῦ πλήθους ὁρμήν, συνέφευγον εἰς τὴν ἄκραν, ἧς φύλαξ ἀπεδέδεικτο Δίφιλος.
But those who maintained their friendship toward Antigonus, seeing that the enthusiasm of the multitude was irresistible, fled together into the citadel, of which Diphilus had been appointed commander.
§19.91.4ὁ δὲ Σέλευκος συστησάμενος πολιορκίαν καὶ κατὰ κράτος ἑλὼν τὴν ἄκραν ἐκομίσατο τὰ φυλαττόμενα σώματα τῶν φίλων καὶ τῶν παίδων, ὅσοι παρεδόθησαν εἰς φυλακὴν παρʼ Ἀντιγόνου μετὰ τὴν ἐκ Βαβυλῶνος εἰς Αἴγυπτον ἀποχώρησιν.
And Seleucus, having organized a siege and taken the citadel by storm, recovered the detained persons of his friends and servants, as many as had been delivered into custody by Antigonus after his retreat from Babylon into Egypt.
§19.91.5ἀπὸ δὲ τούτων γενόμενος στρατιώτας συνήγαγεν καὶ συναγοράσας ἵππους ἀνεδίδου τοῖς δυναμένοις χρᾶσθαι.
Having finished these matters, he gathered soldiers and, purchasing horses, distributed them to those who were able to use them.
πᾶσι δὲ φιλανθρώπως ὁμιλῶν καὶ καθιστὰς εἰς ἀγαθὰς ἐλπίδας ἑτοίμους εἶχε καὶ προθύμους ἐν πάσῃ περιστάσει τοὺς συγκινδυνεύοντας.
By speaking affably to all and inspiring them with good hopes, he kept those who shared his dangers ready and eager in every circumstance.
Σέλευκος μὲν οὖν τοῦτον τὸν τρόπον ἀνεκτήσατο τὴν Βαβυλωνίαν.
In this manner, then, Seleucus recovered Babylonia.