§19.90.1κατὰ δὲ τὴν Ἀσίαν Σέλευκος μετὰ τὴν γενομένην ἧτταν Δημητρίῳ περὶ Γάζαν τῆς Συρίας ἀναλαβὼν παρὰ Πτολεμαίου πεζοὺς μὲν οὐ πλείους τῶν ὀκτακοσίων, ἱππεῖς δὲ περὶ διακοσίους ἀνέζευξεν ἐπὶ Βαβυλῶνος, ἐπὶ τοσοῦτον μεμετεωρισμένος ταῖς ἐλπίσιν ὥστʼ εἰ καὶ μηδεμίαν εἶχε δύναμιν τὸ παράπαν, μετὰ τῶν φίλων καὶ τῶν ἰδίων παίδων τὴν εἰς τοὺς ἄνω τόπους ἀνάβασιν ποιεῖσθαι· ὑπελάμβανε γὰρ τοὺς μὲν Βαβυλωνίους διὰ τὴν προϋπάρχουσαν εὔνοιαν ἑτοίμως αὐτῷ προσθήσεσθαι, τοὺς δὲ περὶ Ἀντίγονον μετὰ τῆς δυνάμεως μακρὰν ἀπεσπασμένους παραδεδωκέναι καιρὸν οἰκεῖον ταῖς ἰδίαις ἐπιβολαῖς.
In Asia, Seleucus, after the defeat that had occurred to Demetrius near Gaza in Syria, having received from Ptolemy not more than eight hundred infantry and about two hundred cavalry, set out for Babylon, being so elated in his hopes that, even if he had had no force at all, he would have made the ascent to the upper regions with his friends and his own servants; for he assumed that the Babylonians, because of their pre-existing goodwill, would readily join him, and that Antigonus and his men, having been drawn far away with their force, had surrendered a favorable opportunity for his own undertakings.
§19.90.2τοιαύτης δʼ οὔσης τῆς περὶ αὐτὸν ὁρμῆς οἱ συνόντες φίλοι θεωροῦντες ὅτι μετʼ αὐτῶν μέν εἰσι παντελῶς ὀλίγοι συστρατεύοντες, τοῖς δὲ πολεμίοις ἐφʼ οὓς προάγουσι καὶ δυνάμεις ὑπάρχουσιν ἕτοιμοι μεγάλαι καὶ χορηγίαι λαμπραὶ καὶ συμμάχων πλῆθος, οὐ μετρίως ἠθύμουν.
While such was the enthusiasm in him, the friends who accompanied him, seeing that those campaigning with them were altogether few, whereas the enemies against whom they were advancing possessed ready great forces, splendid supplies, and a multitude of allies, were not moderately discouraged.
§19.90.3οὓς ὁρῶν καταπεπληγμένους ὁ Σέλευκος παρεκάλει, διδάσκων ὅτι τοὺς Ἀλεξάνδρῳ συνεστρατευκότας καὶ διʼ ἀρετὴν ὑπʼ ἐκείνου προηγμένους προσήκει μὴ πάντως δυνάμει καὶ χρήμασι πεποιθότας ἀντέχεσθαι πραγμάτων, ἀλλʼ ἐμπειρίᾳ καὶ συνέσει, διʼ ὧν κἀκεῖνος τὰ μεγάλα καὶ παρὰ πᾶσι θαυμαζόμενα κατειργάσατο.
Seeing them terrified, Seleucus encouraged them, teaching that it was proper for those who had campaigned with Alexander and had been promoted by him because of their merit not to rely entirely upon force and wealth to hold their ground in affairs, but rather upon experience and intelligence, through which that man also had achieved great deeds admired by all.
πιστεύειν δὲ δεῖν καὶ ταῖς τῶν θεῶν προρρήσεσι τὸ τέλος ἔσεσθαι τῆς στρατείας ἄξιον τῆς ἐπιβολῆς· §19.90.4ἐν μὲν γὰρ Βραγχίδαις αὐτοῦ χρηστηριαζομένου τὸν θεὸν προσαγορεῦσαι Σέλευκον βασιλέα, τὸν δὲ Ἀλέξανδρον καθʼ ὕπνον ἐπιστάντα φανερῶς διασημᾶναι περὶ τῆς ἐσομένης ἡγεμονίας, ἧς δεῖ τυχεῖν αὐτὸν προϊόντος τοῦ χρόνου.
He added that they must also believe in the prophecies of the gods, that the outcome of the campaign would be worthy of the undertaking; for when he was consulting the oracle at Branchidae, the god had addressed Seleucus as king, and Alexander, appearing in a dream, had clearly indicated to him the future hegemony, which he was destined to obtain as time went on.
§19.90.5πρὸς δὲ τούτοις ἀπεφαίνετο διότι πάντα γίνεται τὰ καλὰ καὶ παρʼ ἀνθρώποις θαυμαζόμενα διὰ πόνων καὶ κινδύνων.
In addition to these things, he declared that all things beautiful and admired among men come about through labors and dangers.
ἐπολιτεύετο δὲ καὶ πρὸς τοὺς συστρατεύοντας καὶ κατεσκεύαζεν αὑτὸν ἴσον ἅπασιν, ὥσθʼ ἕκαστον αἰδεῖσθαι καὶ τὸ παράβολον τῆς τόλμης ἑκουσίως ὑπομένειν.
He also conducted himself affably toward those campaigning with him and made himself equal to all, so that everyone respected him and voluntarily endured the hazard of the daring enterprise.